[ ]
Eg. — Alexandria (El Iskandariya) — 3rd/2nd c. BC — GVI 1620
1 | ὁ τύμβος οὐκ ἄσαμος, ἁ δέ τοι πέτρος |
τὸν κατθανόντα σημανεῖ τίς καὶ τίνος | |
ἐς Ἀίδαν βέβακεν· ἀλλά μοι σχάσας | |
τὸ νεκρα<γ>ωγόν, ὦ φίλ’, ἐν πέδωι γόνυ | |
5 | κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις· |
πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς | |
Μέμφις, τὸ δ’ οὔνομ’ ἀγορεύετ’ ἐκ βρέφους | |
․․․Ι#⁷ΟΣ̣, ὧ̣ι̣ τ̣ὸ̣ φαῦλον οὐ συνείπετο· | |
— — — — — — — τὰν μοῖραν, ὡς ἐπέδραμε. |