[ ] Eg. — Alexandria [W.] — El Gabbari Necr. — 3rd/2nd c. BC — GVI 1827
1 οὐκέτι δὴ μάτηρ σε, Φιλόξενε, δέξατο χερσίν,
  σὰν ἐρατὰν χρονίως ἀμφιβαλοῦσα δέρην,
οὐδὲ μετ’ ἀιθέων ἀν’ ἀγάκλυτον ἤλυθες ἄστυ
  γυμνασίου σκιερῶι γηθόσυνος δαπέδωι.
5 ἀλλά σου ὀστέα πηγὰ πατὴρ θέτο τεῖδε κομίσσας,
  Καῦνος ἐπεὶ μαλερῶι σάρκας ἔδ<α>υσε πυρί.
Search Help
Contact Us