[ ]
Eg. — Arsinoïte Nome (Faiyūm) — late Ptolemaic period — GVI 757
1 | παῖδα Ῥοδίππωι, ξεῖνε, Λεόντιον ἣν τέκε μήτηρ, |
ἀστὴν Ἡδεῖαν τύμβος ἐπέσχεν ὅδε, | |
τέσσαρας εἰς μῆνας λεύσσειμ φάος ἧι θέμις ἦγ καὶ | |
ὀκτὼ ὑπ’ ἠελίωι διπλόα πάντα θέρη, | |
5 | ὧν ἐπὶ νυμφείην τρὶς πέντ’ ἐτήων Διόφαντος |
εὖσαν σύλλεκτρον παρθένον ἠγάγετο· | |
ἀρτίγαμον δὲ θανοῦσαν ἐλαφρὴν τήνδ’ ὑπὸ βῶλον | |
ταρχύσας Λιβύης θῆκε ποθεινοτάτην. |