[ ]
Eg. — Arsinoïte Nome (Faiyūm) — late Ptolemaic period — GVI 757
| 1 | παῖδα Ῥοδίππωι, ξεῖνε, Λεόντιον ἣν τέκε μήτηρ, |
| ἀστὴν Ἡδεῖαν τύμβος ἐπέσχεν ὅδε, | |
| τέσσαρας εἰς μῆνας λεύσσειμ φάος ἧι θέμις ἦγ καὶ | |
| ὀκτὼ ὑπ’ ἠελίωι διπλόα πάντα θέρη, | |
| 5 | ὧν ἐπὶ νυμφείην τρὶς πέντ’ ἐτήων Διόφαντος |
| εὖσαν σύλλεκτρον παρθένον ἠγάγετο· | |
| ἀρτίγαμον δὲ θανοῦσαν ἐλαφρὴν τήνδ’ ὑπὸ βῶλον | |
| ταρχύσας Λιβύης θῆκε ποθεινοτάτην. |