1
|
ὁ πρὶν ἐγὼ κατὰ δῆριν ἐν[όπ]λιον ὄρχαμος ἀνδρῶν
|
|
φῦλα δαϊξάνδρωι χειρὶ τροπωσάμενος,
|
|
ἀσκηθὴς ἐν νευσὶ καὶ ἀστυφέλικτος ἐπ’ αἴηι,
|
|
πείθ[ων α]ἱμοχαρῆι κ̣ῶ̣[μ]ον Ἐνυαλίου,
|
5
|
Ἀσίδο[ς] ἐν γυάλ̣[ο]ις ἦ[μο]ς̣ [λ]ῃστῆρας ἀλαλκὼν
|
|
σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων,
|
|
στείχων Αἰγύπτ̣ο̣[υ] κλ̣εινὴν σ̣ταχυμήτορα τύρσιν,
|
|
κοιρανίδαις ζαμ̣ενῆ π̣ίσ̣τ̣ιν̣ ἐ̣ν̣ε̣γκάμενος·
|
|
νῦν δὲ καθ’ ὀγδο[ά]δη[ς δ]εκ[άδος] στείχοντα κέλευθον
|
10
|
Ἅ̣δας ὀρφ<ν>αίο<ι>ς ἐγγ̣[υ]ά̣λιξε μυ<χ>ο<ῖ>ς,
|
|
τέκνων οὐ κατ̣[ιδόντ’] α̣[ἰνὸν] μόρον, ἀλλὰ κ[αὶ] π̣αίδων
|
|
παῖδας ἐφ’ ὑστατίωι τέρματι γηροκόμους.
|
|
πάτρη γάρ μ’ ἐλόχευσεν Ἀπάμεα, γαῖα δ’ ἔθρεψεν
|
|
Αἰγύπτου θνατο<ῖ>ς πᾶσι γεγῶτα φίλον,
|
15
|
Διάζελμιν, βασιλεῦσι τετειμένον· ὦ παροδῖτα,
|
|
"χαῖρε", λέγοις, "κούφηι δ’ ἀμφιπέλοιτο κόνις".
|