[ ]
Delos — 1st c. BC — BCH 86 (1962) 18-23
| 1 | δά[κρυσον κού]ραν Ἑρμαφίλου Ἀντιόχισσαν |
| Μο․c.6․․ δυσπενθῆ μοῖραν ἐνεγκαμέναν, | |
| τόν [τ’ ἀπὸ Φοιν]ίκης Θεόδωρον Λαοδικεῖα | |
| δάκρ[υσο]ν, γεν<έ>ται ταὐτὸν ἔχοντα ὄνομα, | |
| 5 | ἄλλο[υς] τε ἀνθρακιῆς ὁπόσους μία μοῖρ’ ἐκάλυψεν |
| Ἀΐδεω, τρισσὰς εἰς ἀριθμὸν δεκάδας· | |
| οὓς φλὸξ τυφομένη πυρὸς ὤλεσε, τ<α>ῖς δὲ καμούσαις | |
| κοινὸν ἀποφθιμένων τοῦτο καταγλάϊσεν | |
| σῆμα Μέγης Φοῖνιξ Διονυσίου· ἀλλὰ τὸ χαίρειν | |
| 10 | [τοὺς] κατὰ γῆς εἰπὼν δὶς τόσον αὐτὸς ἔχοις. |