[ ]
Delos — Rheneia — ca. 150-100 BC — GVI 200
1 | Πλωτία, οὐκ ἐπὶ σοὶ μούν̣ῃ λίνα Μοῖραι ἔ[κλωσ]α̣ν̣, |
δύσμορε, πικρὰ γόων ἔμπ̣λεα καὶ δακ̣[ρύων]· | |
οὐδ’ ἐπὶ σοὶ θρῆνοι{ς} καὶ στήθεά γ’ ἀ̣ν̣τ̣ε̣τ̣υπήθη | |
πρώτῃ· ἀνίκητος δ’ ἐστὶ βροτοῖς Ἀίδης. | |
5 | ἔγνω ἐν̣ὶ̣ κ̣ρ̣αδίῃ μήτηρ σέο πένθος ἔχουσα, |
ἐκ κρατὸς πολιοὺς χευαμένη πλοκάμους, | |
ἥ σε καὶ ἐκτερέιξε καὶ ἔστησεν τόδε σῆμα· | |
σοὶ δὲ πέλοι κούφη νέρθε κόνις φθιμένηι. |