[ ]
Delos — Rheneia — ca. 150-100 BC — GVI 2002
1 | [ξε]ῖνε, τίς εἶ; Ζήνων· πατρὸς τίνος; Ἡλιοδώ[ρ]ο[υ]. |
εἶ σύ γ’ ὃν ἠϊθέων Δῆλος ἔφερβε θάλος; | |
κεῖνος, ἐφ’ ὧι καὶ πέτρος ἀλιξάντῳ παρὰ τύμβωι | |
δακρύει γοεροῦ θρῆνον ἱεὶς στόματος· | |
5 | [δμ]η[θ]εὶς γὰρ νούσωι τὸν ἀλάμπετον ἦλθον ὑφ’ Ἅδην |
δισσὰς ἐξ ἐτέων πλησάμενος δεκάδας· | |
δύστηνοι γενέται, Ζήνων, σέθεν, οἷσι λέλοιπας | |
ἄλγεα καὶ κωφοῦ ψυχρὸν ἄγαλμα τάφου. | |
οὔνομά μοι Ζήνων· μέλλεις, ξένε, τοῦτο γὰρ ἡμέω̣ν̣ | |
10 | πεύθεσθαι· νούσῳ δ’ εἰς Ἀΐδαν κατέβαν· |
ἕν μόνον εἰκοστῶι προσιδὼν ἐνιαύσιον ἄκ̣ρ̣ο̣ν̣, | |
ἴδρις Ἀθηναίης εὐπαλάμου γ[ραφί]δος, | |
οὐ γενύων κερ<ά>σας ἱερὸν σ̣τ̣άχυν, οὐχ ὑμεναίο[ις] | |
δεξάμενος λωτῶν οὔασι[ν ἁρμον]ίην· | |
15 | πατρὶς δὲ Πτολεμαιΐς, ἐγείνατο δ’ Ἡλ[ι]ό[δ]ωρος |
ᾧ στοργῆς λίπω δάκρυ’ ἀποφθίμενος. |