[ ] Delos — Rheneia — ca. 150-100 BC — GVI 2002
1 [ξε]ῖνε, τίς εἶ; Ζήνων· πατρὸς τίνος; Ἡλιοδώ[ρ]ο[υ].
  εἶ σύ γ’ ὃν ἠϊθέων Δῆλος ἔφερβε θάλος;
κεῖνος, ἐφ’ ὧι καὶ πέτρος ἀλιξάντῳ παρὰ τύμβωι
  δακρύει γοεροῦ θρῆνον ἱεὶς στόματος·
5 [δμ]η[θ]εὶς γὰρ νούσωι τὸν ἀλάμπετον ἦλθον ὑφ’ Ἅδην
  δισσὰς ἐξ ἐτέων πλησάμενος δεκάδας·
δύστηνοι γενέται, Ζήνων, σέθεν, οἷσι λέλοιπας
  ἄλγεα καὶ κωφοῦ ψυχρὸν ἄγαλμα τάφου.
οὔνομά μοι Ζήνων· μέλλεις, ξένε, τοῦτο γὰρ ἡμέω̣ν̣
10   πεύθεσθαι· νούσῳ δ’ εἰς Ἀΐδαν κατέβαν·
ἕν μόνον εἰκοστῶι προσιδὼν ἐνιαύσιον ἄκ̣ρ̣ο̣ν̣,
  ἴδρις Ἀθηναίης εὐπαλάμου γ[ραφί]δος,
οὐ γενύων κερ<ά>σας ἱερὸν σ̣τ̣άχυν, οὐχ ὑμεναίο[ις]
  δεξάμενος λωτῶν οὔασι[ν ἁρμον]ίην·
15 πατρὶς δὲ Πτολεμαιΐς, ἐγείνατο δ’ Ἡλ[ι][δ]ωρος
  ᾧ στοργῆς λίπω δάκρυ’ ἀποφθίμενος.
Search Help
Contact Us