[ ]
Elis — Olympia — ca. 120 BC — Ol.Ber. 5 (1956) 160-164
1 | Ἀχαιῶν Πατρεῖς Δυμαῖοι Φαραιεῖς |
Θριάσιοι Ἡραιεῖς Θελφούσιοι Ψωφίδιοι | |
Κλειτόριοι Κυναιθεῖς Καλλιστάται | |
Ἀσχεῖς Λεοντήσιοι Τριταιεῖς Αἰγιεῖς | |
5 | Αἰγιρᾶται Πελλανεῖς Βούριοι |
Φενεᾶται Καρυνεῖς οἱ στρατευσάμενοι | |
μετὰ Γναίου Δομετίου στραταγοῦ ὑπάτου | |
Ῥωμαίων ἐπὶ Γαλάτας Δὰμωνα Ἀλκισθένεος | |
Πατρῆ τὸν αὑτῶν ἁγεμόνα ἀρετᾶς ἕνεκεν | |
10 | Διὶ Ὀλυμπίωι. |