[ ]
Ark. — Phigaleia — ca. 240 bc — IG V,2.419
1 | [{²(I §1)}² ἐπειδὴ παραγενόμενο]ι̣ πρεσβε[υ]ταὶ καὶ διαλ%⁸⁰- |
[λακταὶ(?) παρὰ τῶν Αἰτω]λῶν Τίμαιος, Κλεόπατρος, | |
[․․․․․․․ τό τε ψάφισ]μα τὸ παρὰ τῶν Αἰτωλῶν ἀπ- | |
[έδωκαν καὶ αὐτοὶ] διελέγοντο ὅμοια τοῖς ἐν τ- | |
5 | [ῶι ψαφίσσματι, ἀξ]ιῶντες διαλυθῆμεν ποτὶ τὼ- |
[ς Φιαλέας, συνπ]αρόντες δὲ καὶ τῶν ἐΦιαλείας | |
[παρελθόντων] Θαρυκίδας, Ὀνόμανδρος, Ἀνφίμα- | |
[χος, ․․․․․․․]δας, Ὀρθολαίδας, Κραταιμένης, Τι- | |
[․․․․․․․․, Δ]αμάρετος τὰ αὐτὰ ἀξίων, ἔδοξε τᾶι | |
10 | [πόλει τᾶι Μ]εσανίων, {²(§2)}² ἦμεν τοῖς Μεσσανίοις κ̣α- |
[ὶ τοῖς Φια]λέοις ἰσοπολιτείαν καὶ ἐπιγαμία- | |
[ν ποτὶ ἀλλ]άλως· {²(§3)}² ποιήσασθαι δὲ καὶ συνβολὰν ἅ- | |
[νπερ δοκεῖ] ἀνφοτέραις ταῖς πολέοις· {²(§4)}² τὰν δὲ χ- | |
[{χ}ώραν(?) καρπ]ίζεσσθαι ἑκατέρως, τώς τε Μεσανίω- | |
15 | [ς καὶ τὼς Φι]αλέας, καθὼς καὶ νῦν καρπιζόμεθα. |
{²(§5)}² [ὅσα δέ κα ἄλλ]α(?) ὁμολογήσωμες ποτ’ ἀλλάλως, ὁμό- | |
[σαι ἀνφοτέρ]ως, καὶ στάλας καταθέσθαι ἐν τοῖς | |
[ἱεροῖς, ὁπεῖ κ]α̣ δοκεῖ ἀνφοτέραις ταῖς πολέο- | |
[ις. {²(§6)}² εἰ δέ κα μὴ ἐν]μένωντι οἱ Φιαλέες ἐν τᾶι φιλ- | |
20 | [ίαι τᾶι πὸτ τὼς Μ]ε̣σανίως καὶ Αἰτωλώς, ἄκυρος ἔ- |
[σστω ἅδε ἁ ὁμολο]γία. {²(II)}² ἔδοξε δὲ καὶ τοῖς Φιαλέ[ο]- | |
[ις ποιεῖν καθ’ ἃ ο]ἱ Μεσσάνιοι ἐψαφίξαντ[ο. {²(III)}² ὅρκ]- | |
[ος Μεσσανίων· ὀμν]ύω Δία Ἰθωμάταν, Ἥρα̣[ν ․․․․․] | |
․․․․․ ․․․․․ ․․․․ον καὶ θεὼς ὁρκ̣ί̣[ως πάντας ἦ] | |
25 | [μὰν ἐνμενεῖν ․․․] ἐν τᾶι φιλία[ι τᾶι ὑπαρχώσαι(?)] |
[ποτ’ Αἰτωλὼς καὶ Φι]αλέας Π․․․․․ ․․․․․ ․․․․․ | |
․․․․․ ․․․․․ ․․․․․μεν̣․․․․․ ․․․․․ ․․․․․ ․․․ | |
— — — |