[ ] Ark. — Mantinea — ca. 350-340? bc — BCH 111.1987.167-190 — SEG 37.340
1 [θεό]ς· τύχα [ἀγα]θά.
[σύ]νθεσις Μ̣α[ντ]ινεῦσ[ι] καὶ Ἑλισϝασίοις [ἰ]ν̣ ἄμ̣α̣[τα]
[πά]ν̣τα· ἔδοξε τοῖς Μαντινεῦσιν καὶ τοῖς Ἑλισϝασίοι[ς]· {²(§1)}² τὸς [Ἑ]λ[ι]-
[σ]ϝασίος Μαντινέας ἦναι ϝίσος καὶ ὑμοίος, κ[ο]ινάζοντα[ς πάν]-
5 των ὅσων καὶ οἱ Μαντινῆς, φέρ[ο]ντας τὰν χώραν καὶ τὰν π[όλιν]
ἰμ Μαντιν[έ]αν ἰν τὸς νόμος τὸς Μαντινέων, μινόνσας τᾶς̣ [πό]-
λιος τῶν Ἑλισϝασίων ὥσπερ ἔχε[ι] ἰν πάντα χρόνον, κώμα̣[ν] ἔα̣-
σαν τὸς Ἑλισϝασίος τῶν Μαντινέω̣ν. — {²(§2)}² θεαρὸν ἦναι ἐξ Ἑλισ̣ό[ν]-
τι κατάπερ ἐς ταῖς ἄλλαις πόλισι. — {²(§3)}² τὰς θυσίας θύεσθαι τ̣ὰς ἰν̣ Ἑ-
10 λισόντι καὶ τὰς θεαρίας δέκεσθαι κὰ τὰ πάτρια. — {²(§4)}² τ̣ὰ̣ς̣ [δ]ίκ̣α̣ς διῶ-
[ξ]αι τὸς Ἑλισϝασίος καὶ τὸς Μαντινέας ἀλλάλοις κὰ τὸς νόμος
τῶν Μαντινέων, ἀφῶτε Μαντινῆς ἐγένοντυ οἱ Ἑλισϝάσιοι, τῶι
ὕστερον· τὰ δὲ προτεράσια μὴ ἴνδικα ἦναι — {²(§5)}² ὅσα δὲ συνβόλ[α]ια ἐτύ-
γχανον ἔχοντες οἱ Ἑλισϝάσιοι αὐτοὶ πὸ αὑτὸς πάρος Μαντινῆς
15 ἐγένοντυ, κύρια σφέσιν ἦναι κὰ τὸς νόμος τὸς αὐτοὶ ἦχον ὅτε ἔ-
βλωσκον ἰμ Μαντινέαν. {²(§6)}² τὸς Ἑλισϝασίος πάντας ἀπυγράψασ-
θαι ἰν τὸς ἐπιμελητὰς πατριᾶφι κὰτ [ἀ]λικίαν ἰν δέκ’ ἀμέραις ἅμα̣-
ν οἱ σταλογράφοι μόλωνσι. τὸς δὲ ἀπυγραφέντας ἀπονιγ[κ]ῆν τὸς
ἐπιμελητὰς ἰμ Μαντινέαν καὶ ἀπυγράψαι τοῖς θεσμοτοάροις ἐπ̣-
20 ὶ Νι̣κῆι δαμιοργοῖ, τὸς δὲ θεσμοτοάρος γράψαντας ἰν λευκ̣ώ̣ματ[α]
δ̣εϝαλῶσαι πὸς τὸ βωλήιον· {²(§7)}² ἂν δέ τις τῶν ἀπυγραφέντων μὴ φᾶτοι
τινα ἦναι Ἑλισϝάσιον, ἔξεστ[ι]ν ἰμφᾶναι τοῖς θεσμοτοάροις ἰν
τῶι ὕστερον ϝέτ[ε]ι̣ ἢ Νικὴς ἐδαμ̣ιόργη̣· τὸ[ν δὲ ἰμ]φ̣ανθέντα ἐπιδι-
κεύσασθαι ἰν τοῖς [τ]ριακασίοις αὐτοῖ [μηνὸς ․․․․]ε̣ρω ἅ[μ]αν ἰμ-
25 φανθῆ, καὶ ἂ[μ μὲν νικᾶ], ἔστω Μαντι̣[νής, εἰ δὲ μή, τ․ι θε]οῖ ὀφλέτω.
— — —
Search Help
Contact Us