[ ]
Ark. — Mantinea — ca. 350-340? bc — BCH 111.1987.167-190 — SEG 37.340
1 | [θεό]ς· τύχα [ἀγα]θά. |
[σύ]νθεσις Μ̣α[ντ]ινεῦσ[ι] καὶ Ἑλισϝασίοις [ἰ]ν̣ ἄμ̣α̣[τα] | |
[πά]ν̣τα· ἔδοξε τοῖς Μαντινεῦσιν καὶ τοῖς Ἑλισϝασίοι[ς]· {²(§1)}² τὸς [Ἑ]λ[ι]- | |
[σ]ϝασίος Μαντινέας ἦναι ϝίσος καὶ ὑμοίος, κ[ο]ινάζοντα[ς πάν]- | |
5 | των ὅσων καὶ οἱ Μαντινῆς, φέρ[ο]ντας τὰν χώραν καὶ τὰν π[όλιν] |
ἰμ Μαντιν[έ]αν ἰν τὸς νόμος τὸς Μαντινέων, μινόνσας τᾶς̣ [πό]- | |
λιος τῶν Ἑλισϝασίων ὥσπερ ἔχε[ι] ἰν πάντα χρόνον, κώμα̣[ν] ἔα̣- | |
σαν τὸς Ἑλισϝασίος τῶν Μαντινέω̣ν. — {²(§2)}² θεαρὸν ἦναι ἐξ Ἑλισ̣ό[ν]- | |
τι κατάπερ ἐς ταῖς ἄλλαις πόλισι. — {²(§3)}² τὰς θυσίας θύεσθαι τ̣ὰς ἰν̣ Ἑ- | |
10 | λισόντι καὶ τὰς θεαρίας δέκεσθαι κὰ τὰ πάτρια. — {²(§4)}² τ̣ὰ̣ς̣ [δ]ίκ̣α̣ς διῶ- |
[ξ]αι τὸς Ἑλισϝασίος καὶ τὸς Μαντινέας ἀλλάλοις κὰ τὸς νόμος | |
τῶν Μαντινέων, ἀφῶτε Μαντινῆς ἐγένοντυ οἱ Ἑλισϝάσιοι, τῶι | |
ὕστερον· τὰ δὲ προτεράσια μὴ ἴνδικα ἦναι — {²(§5)}² ὅσα δὲ συνβόλ[α]ια ἐτύ- | |
γχανον ἔχοντες οἱ Ἑλισϝάσιοι αὐτοὶ πὸ αὑτὸς πάρος Μαντινῆς | |
15 | ἐγένοντυ, κύρια σφέσιν ἦναι κὰ τὸς νόμος τὸς αὐτοὶ ἦχον ὅτε ἔ- |
βλωσκον ἰμ Μαντινέαν. {²(§6)}² τὸς Ἑλισϝασίος πάντας ἀπυγράψασ- | |
θαι ἰν τὸς ἐπιμελητὰς πατριᾶφι κὰτ [ἀ]λικίαν ἰν δέκ’ ἀμέραις ἅμα̣- | |
ν οἱ σταλογράφοι μόλωνσι. τὸς δὲ ἀπυγραφέντας ἀπονιγ[κ]ῆν τὸς | |
ἐπιμελητὰς ἰμ Μαντινέαν καὶ ἀπυγράψαι τοῖς θεσμοτοάροις ἐπ̣- | |
20 | ὶ Νι̣κῆι δαμιοργοῖ, τὸς δὲ θεσμοτοάρος γράψαντας ἰν λευκ̣ώ̣ματ[α] |
δ̣εϝαλῶσαι πὸς τὸ βωλήιον· {²(§7)}² ἂν δέ τις τῶν ἀπυγραφέντων μὴ φᾶτοι | |
τινα ἦναι Ἑλισϝάσιον, ἔξεστ[ι]ν ἰμφᾶναι τοῖς θεσμοτοάροις ἰν | |
τῶι ὕστερον ϝέτ[ε]ι̣ ἢ Νικὴς ἐδαμ̣ιόργη̣· τὸ[ν δὲ ἰμ]φ̣ανθέντα ἐπιδι- | |
κεύσασθαι ἰν τοῖς [τ]ριακασίοις αὐτοῖ [μηνὸς ․․․․]ε̣ρω ἅ[μ]αν ἰμ- | |
25 | φανθῆ, καὶ ἂ[μ μὲν νικᾶ], ἔστω Μαντι̣[νής, εἰ δὲ μή, τ․ι θε]οῖ ὀφλέτω. |
— — — |