[ ]
Elis — Olympia — late 3rd c. BC?
1 | πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας |
στεφθεὶς καρύχθην, τοὔνομ’ Ἀκεστορίδης· | |
καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδ’ Ἐπίδαυρος | |
καὶ Φενεός, Νεμέα τ’ ἴαχεν ἀθλοφόρον. | |
5 | ἦ ῥα τόθ’ Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων |
αἷμα παλαιγενέων κραιπνὸν Ἐριχθονίου. |