[ ] Kypros — Kourion — 114 AD — AnnÉp (1975) 837
1 Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Νέρουα υἱός,
 Νέρουας Τραϊανὸς Σεβαστός, Γερμανικός,
 Δακικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς
 ἐξουσίας <τὸ> ιηʹ, αὐτοκράτωρ τὸ ϛʹ, ὕπατος τὸ ιηʹ {²sic}²,
5  πατὴρ πατρίδος vvvv Ἀπόλλωνι Ὑλάτηι
 καὶ Ἀπόλλωνι Καίσαρι, ἐπὶ Κοίντου Σεππίου
 Κέλερος ἀνθυπάτου, λιθόστρωτον
 κατεσκεύ<α>σεν τὴν λείπουσαν ἀπὸ τῆς προ-
 ούσης λιθοστρώτου μέχρι τοῦ φέροντος
10  εἰς τὴν Παφίαν ὁδὸν προπύλου, τῆς δαπάνης
 γενομένης ἐκ τῶν βουλευτικῶν διαδομάτων
 καθὼς ἡ Κουριέων βουλὴ ἐδογμάτισεν· καὶ
 Κοίντος Σέππιος Κέλ<ε>ρ ἀνθύπατος
        συνεχώρησεν.
Search Help
Contact Us