[ ]
Kypros — Kourion — 114 AD — AnnÉp (1975) 837
| 1 | Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Νέρουα υἱός, |
| Νέρουας Τραϊανὸς Σεβαστός, Γερμανικός, | |
| Δακικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς | |
| ἐξουσίας <τὸ> ιηʹ, αὐτοκράτωρ τὸ ϛʹ, ὕπατος τὸ ιηʹ {²sic}², | |
| 5 | πατὴρ πατρίδος vvvv Ἀπόλλωνι Ὑλάτηι |
| καὶ Ἀπόλλωνι Καίσαρι, ἐπὶ Κοίντου Σεππίου | |
| Κέλερος ἀνθυπάτου, λιθόστρωτον | |
| κατεσκεύ<α>σεν τὴν λείπουσαν ἀπὸ τῆς προ- | |
| ούσης λιθοστρώτου μέχρι τοῦ φέροντος | |
| 10 | εἰς τὴν Παφίαν ὁδὸν προπύλου, τῆς δαπάνης |
| γενομένης ἐκ τῶν βουλευτικῶν διαδομάτων | |
| καθὼς ἡ Κουριέων βουλὴ ἐδογμάτισεν· καὶ | |
| Κοίντος Σέππιος Κέλ<ε>ρ ἀνθύπατος | |
| συνεχώρησεν. |