RIA 6 (1937/8) 191-193
[ ] Kos Isl. — Asklepieion — 4th c. BC — LSCG 152
See also:
1 Φίλιστος Αἰσχίνα εἶπε· ὅσσοι
κα θύωντι ἐν τῶι ἱερῶι τοῦ Ἀσ-
κλαπιοῦ ταῖς Νύμφαις θυόν-
τω ἐπὶ τῶν βωμῶν, εἰς δὲ τὰς
5 κράνας τὰς ἐν τῶι ἱερῶι μὴ ἐξέ-
στω μηθενὶ πέμμα μηθὲν ἐνβάλ-
λειν μηδὲ ἄλλο μηθέν· εἰ δέ τίς
κα ἐνβάληι, καθαράτω τὸ ἱερὸν
τᾶν Νυμφᾶν ὡς νομίζεται.
Search Help
Contact Us