| 1 | Φίλιστος Αἰσχίνα εἶπε· ὅσσοι |
| κα θύωντι ἐν τῶι ἱερῶι τοῦ Ἀσ- | |
| κλαπιοῦ ταῖς Νύμφαις θυόν- | |
| τω ἐπὶ τῶν βωμῶν, εἰς δὲ τὰς | |
| 5 | κράνας τὰς ἐν τῶι ἱερῶι μὴ ἐξέ- |
| στω μηθενὶ πέμμα μηθὲν ἐνβάλ- | |
| λειν μηδὲ ἄλλο μηθέν· εἰ δέ τίς | |
| κα ἐνβάληι, καθαράτω τὸ ἱερὸν | |
| τᾶν Νυμφᾶν ὡς νομίζεται. |
RIA
6 (1937/8) 191-193