[ ]
Thess. (Pelasgiotis) — Krannon — late 2nd/early 3rd c. AD
| below relief.1 | οὗτος ὁ πολυδάκρυτος ὁ Νεικύλας τά- |
| φος ἐστί ~ / ἡ μηδὲ τέκνου ἔνπλησιν σχῖ- | |
| σα μηδὲ ἀνδρὸς κουριδίου ~ / ἀλλὰ μὲ | |
| Μοῖρα κακὴ ἀνήρπασεν ἐς Ἁΐδαος / | |
| 5 | πένθος δ’ ἐνκατέλιψα μέγαν γονέοισι |
| ἐμοῖσιν ~ / πατρὶ Τήρῃ καὶ Εὐρυνόᾳ τῇ μὲ | |
| τεκούσῃ / καὶ νηπίῳ τέκνῳ οὔνομα Ἀλε- | |
| ξάνδρα ~ / καὶ ἔστησεν στήλην Νεικοκρά- | |
| της τῆς ἰδίας γυναικός, / μνίας ἵνεκε ἐμῆς | |
| 10 | ἀντάξια πάντ’ ἐποίησαν. |