[ ]
Crete, Ctr. — Lato pros Kamara (H.Nikolaos) — 2nd/1st c. BC — ArchEph (1980) 31, 41
1 | ὦ ξένε, μὴ ῥοθίοισι ποσὶν |
παραμείβεο τάνδε / | |
ἀτραπόν, ἀλλ’ ἐσιδὼν πετρο- | |
κόλαπτον ἔπος / | |
5 | ἴσθι νέαν πάνυ τάνδε νέαις̣ τεθα- |
λυῖαν ἐν ὥρα<ι>ς / | |
κεκλιμέναν, δ<ι>σσοὺς παῖδας ἐν ὀρ- | |
φανίαι / | |
λείπουσαν γονέας τε λυγρὸν | |
10 | περὶ πένθος ἔχοντας / |
ἧς χάριν, ἣ πινυτὴν ἔσχε σαοφρο- | |
σύνην, / | |
Τειμωνίς· μογερὰ δ<έ> ἑ σείνατο | |
νοῦσος ἀτερπής· / | |
15 | τοὔν̣ε̣[κ]α ταῦτ̣’ ἐ̣σιδὼν δ[άκ]ρ̣[υ χέ]- |
α̣ς̣ πά[ρι]θι. / |