| a.1 | Τυρὼς Σωσαμενῶ. Σωσαμενὸς Θοίνω. |
| b.1 | κείρατο μὲν πλοκάμους Ἀρετὰ τότε, πᾶσα δὲ Κρήτα |
| δύρατ’ ὀϊζυρῷ πένθεϊ τειρομένα, | |
| ἁνίκα τὰν πανάριστον ὁ βάσκανος ἅρπασεν Ἅδας | |
| Τυρὼ Σωσαμενῶ κλεινοτάτω θύγατρα. | |
| 5 | οἰκτρὰ δὲ κωκύοισα φίλον τέκας ἁ βαρύποτμος |
| Πεῖσις δυστάνοις χερσὶ κατεκτέρισεν· | |
| οὐ γὰρ ἔτ’ ἐν ζωοῖσιν ὀΐομαι, οὐκέτι τοίαν | |
| κάλλει καὶ πινυτᾷ δέρξεται ἀέλιος. |
SEG
16:532