[ ]
Crete, Ctr. — Kydonia (Chania): Souda — ca. 110/9 or 109/8 BC — IC I xvi 5,app.cr. = CIG 2554
| 1 | ἀγαθᾶι τύχαι. τάδε [συ]νέ[θεν]το Λά[τιοι καὶ] Ὀλ[όντιοι κοσμιόντων ἐν μὲν Λατῶι τῶν σὺν Πυλέ]- |
| [ρ]ωι τῶ Ταλλαίω μηνὸ[ς Θιο]δαι[σί]ω τ̣ρ̣ι̣α̣κ̣[άδι, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Σωφρονίχωι τῶ] | |
| Ἀρίστιος μηνὸς Ἐλουσ[ιν]ίω τρια[κά]δι. [φίλος καὶ συμμάχος ἀλλάλοις ὑπομενῆν ἁπλόως καὶ] | |
| ἀδόλως ἐς τὸν πάν[τα χ]ρόνο[ν κ]αὶ τ[ὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῆν. καί τίς κ’ ἐμβάλληι] | |
| 5 | ἐς τὰν τῶν Λατίων [χώραν ἢ ἀ]ποτ[άμνηται χώρας τᾶς Λατίων ἢ φρώρια ἢ νά]- |
| σος ἢ λ[ι]μ[έν]α[ς Λ]ατ[ίων καταλαμβά]νη[ται, βοαθησῆν τὸς Ὀλοντίος ἀπροφασίστως] | |
| παντὶ σθένει καὶ κ[ατὰ τὸ δυνατὸν τοῖς Λατίοις πολεμίοντας ἀπὸ χώρας· ὡσαύτως] | |
| δὲ καὶ εἴ τίς κα ἐς τὰν [τῶν Ὀλοντίων χώραν ἐμβάλληι ἢ ἀποτάμνηται χώρας τᾶς Ὀλοντίων ἢ φρώ]- | |
| ρια ἢ νάσος καταλάμ[βάνηται ἢ λιμένας Ὀλοντίων, βοαθησῆν τὸς Λατίος ἀπροφασίστως] | |
| 10 | παντὶ σθένει καὶ κατὰ [τὸ δυνατὸν τοῖς Ὀλοντίοις πολεμίοντας ἀπὸ χώρας. ἐξέ]- |
| στω δὲ τῶι βωλ[ο]μέ[νωι Λατίων δικαιοπραγήσαντι τοῖς ἰδίοις ἐν Ὀλόντι πολιτεύεσθαι] | |
| μ̣ε̣τέχ̣ο̣ντι θίνων κ[αὶ ἀνθρωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Ὀλόντιοι μετέχοντι, κα]- | |
| τὰ ταὐτὰ δὲ ἐξέστω [Ὀλοντίων τῶι βωλομένωι δικαιοπραγήσαντι τοῖς ἰδίοις Λατοῖ πολιτεύεσθαι με]- | |
| τέχοντι θίνων καὶ ἀ[ν]θρ[ωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Λάτιοι μετέχοντι]. | |
| 15 | ἐξαγωγὰν δὲ <ἦ>μεν τῶι τε [Λ]ατίωι ἐ[ξ Ὀλόντος καὶ τῶι Ὀλοντίωι ἐγ Λατῶς, κατὰ γᾶ]- |
| ν μὲν ἀτελές, κατὰ θάλασσαν δὲ κατ[αβάλλονσι τὰ τέλια κατὰ τὸς ἑκατερῆ κειμένος νό]- | |
| μ[ο]ς, ὀμόσανσι ἐς ἰδίαν χρήιαν ἐξάγεν. [αἰ δέ τι κοινᾶι στρατευόμενοι ἕλοιμεν τῶν] | |
| πολεμίων, λανχάνεν ἑκατέρος κατὰ τὸς ἕ[ρ]π[οντα]ς ἄνδρα[ς. αἰ δέ κα πολεμίωντι ἀμφότε]- | |
| ραι πόλεις ἀπὸ χώρας, μἠξ<έσ>τω μηδατέρωι [σπο]νδὰς ἄγε[ν μήτ’ εἰρήναν τίθεσθαι, αἴ κα μὴ] | |
| 20 | κοινᾶι αἱ πόλεις βωλεύσωνται. ἐξορκιξάντων δὲ κα[ὶ τὰν ἀγέλαν τὰν τόκ’ ἐσδυομέναν(?) ἐν ἑκατέραι τᾶι] |
| πόλει{ς} ἐπεί κ’ ἐγδρ<ά>μωντι οἱ κόσμοι ἐπ’ αὐτῶν κο[σ]μιόντ[ων, παριόντων ἐν μὲν Λατῶι Ὀ]- | |
| λοντίων πρειγήιας, ἐν δὲ Ὀλόντι Λατίων πρειγήι[ας], καὶ τὰν συ[νθήκαν ἀναγινωσκόντων] | |
| καὶ τὸν ὅρκον τελισκόντων ἐ<ν> μὲ[ν] Λατῶ̣ι ἐν τοῖς Θιοδασίοι[ς, ἐν Ὀλόντι ἐν τοῖς — — — — —] | |
| παραγγελλόντων δὲ οἵ τε Λάτιοι τοῖς Ὀλοντίοις καὶ οἱ Ὀλόν[τιοι τοῖς Λατίοις πρόπεμπτον ἐ]- | |
| 25 | πεί κα μέλλωντι ἀναγινώσ[κε]ν ἢ τὰς ἀγέλας ἐξορκίζεν· εἰ δέ [κα μὴ ἐξορκίξωντι οἱ Λάτιοι κόσμοι] |
| ἢ μ[ὴ] παραγγήλωντι ἐπὶ τὰ[ν] ἀνάγνωσιν τᾶς συνθήκας ἢ μὴ ἀν[αγνῶντι, ἀποτε]- | |
| ισάν[τ]ων ὁ κόσμος ἕκα[στο]ς ἀργυρίω στατῆρας ἑκατὸν τοῖς Ὀ[λοντίοις· ὡσαύτως δὲ καὶ οἱ Ὀ]- | |
| λόντιοι ε̣ἰ [μ]ὴ ἐξο[ρκίξα]ιεν τὰς ἀγέλας ἢ μὴ παρανγήλαι[εν ἢ μὴ ἀναγνοῖεν τὰν συνθή]- | |
| καν καθὼ[ς] π[ρογέγρα]πται, ἀποτεισάντων οἱ κόσμοι ἀ̣ρ[γυρίω στατῆρας ἑκατὸν] | |
| 30 | ἕκαστος [αὐτῶν τ]οῖς Λατίοις. καἴ κα κοσμίων [ἔλ]θηι Λάτιο[ς ἐς Ὀλόντα ἢ Ὀλόντιος] |
| ἐς Λατών, τ[ό τε ἡμά]τ̣ιον ἀφφανῶ ἐχέτω καὶ ἑρπέτω ἐς π̣[ρυτανήιον καθώς] | |
| κα οἱ [κόσ]μ[ο]ι ἐς [ἑορ]τ̣ὰν ἢ̣ ποππὰν [ἕρ]πωντι. αἰ δὲ πλίονεν ἕ[ρποιεν Λάτιοι(?) ἐς Βο]- | |
| λόεν̣τ̣α̣ ἢ Ὀλόντιοι ἐ[ς Λατὼ]ν παρ’ ἅτερ[ο]ν ἥσ̣θ̣ω ὁπῆ ἄγχι διω[ρισ- — — — — —] | |
| [— — — — πρ]εισ̣γήιας ἕρπ[ε]ν̣. [αἰ] δέ τί κα̣ ἕ̣ληται Λατίωι ἢ Βολοντί[ωι, ἐπιόντων οἱ πρείγιστοι] | |
| 35 | [οἱ ἐ]πὶ τα[ῖ]ς εὐνομίαις οἱ ἑκατερῆ ἐρευνίοντες καὶ ῥυθμίττον[τες καὶ κύριοι ἔστων — — — — —] |
| π̣ρ̣ὸ̣ς αὐσαυτὸς καὶ τἄλλ[α] πάντ̣α χρήμενοι, καθὼς κα ἐπεικ[ὲς ἦι. ἦμεν] | |
| [δὲ] κ̣αὶ τὰς ὁδὸς τὰς ξε̣[νι]κὰς θίνας· αἰ δέ τίς κά τινα ἀδικήσηι ἐν τα[ύταις ταῖς ὁδοῖς], | |
| ἀ̣π̣οτεισάτω ἑξαπ[λόα τὰ π]ρόστι̣μα δίκαι νικαθές. ἦμεν δὲ καὶ ἐπιγα[μίας ἀλλάλοις. κύρι]- | |
| ον δ’ ἦμεν τὸν Λά[τιον ἐν] Βολόε[ν]τι πορτὶ τὸν Βολόντιον καὶ τὸν Βολόντιον π[ορτὶ τὸν Λά]- | |
| 40 | [τ]ιον ἐν Λατῶι καὶ [πωλίο]ντα δι[ὰ τ]ῶ χρηοφυλα[κ]ίω καὶ ὠνιόμενον καὶ δανί[ζοντα καὶ] |
| δανιζόμεν[ο]ν καὶ τἄλλ[α πάντα σ]υναλλ[άττ]οντα κατὰ τὸς τᾶς π[ό]λι[ος νόμος] | |
| τὸς ἑκατερῆ κει[μ]ένο[ς. ἑρπόντων] δὲ καὶ [ἐς τὰ]ς ἑ[ορτ]ὰς οἱ μὲν Λάτιοι ἔς τ[ε τὰ Θιοδάσια κἠς] | |
| τὰ Βριτομάρπεια, ὡ[σαύτως] δὲ κοἱ Βολόν[τιοι ἐς Λ]ατὼν ἔς τε τὰ Θιοδαίσια κ[ἠ]ς τὰ [— — —] | |
| καὶ θίασον ἀγόν[των· χορὸς δὲ κα]ὶ δρομέας ἀπ̣[οστελλ]όντων καὶ θυόντων [καὶ τἄλλα κατὰ τὸ νομι]- | |
| 45 | ζόμενον. εἰ δέ <τ>ί κα δ[όξηι ταῖ]ς πόλεσι βωλουσ[αμέναις ἐ]ξε[λε͂ν ἢ ἐνγράψαι, ὅ τι μέν κ’ ἐξέλοιεν, μή]- |
| τε ἔορκον μήτε ἔθινον ἦμεν, ὅ τι δὲ κ’ ἐνγρά[ψα]ιεν, ἔνθινον κ[αὶ ἔνορκον ἦμεν. Ἀνγρά]- | |
| ψαι δὲ καὶ τὰν συνθήκαν ἐς στάλ[αν λ]ιθίναν καὶ ἀνθέμεν ἑκατέρος ἐν τᾶι π[όλι, οἱ μὲν Λάτιοι ἐν] | |
| τῶι ἱαρῶι τᾶς Ἐλ[ε]υθ[υί]ας, οἱ Ὀλόντιοι ἐν [τῶ]ι Ζην[ὸ]ς τῶ Ταλλαίω· θέμεν δὲ κα[ὶ ἄλλας στάλας, τὰν] | |
| μὲν Κνωσοῖ ἐν τῶι ἱα[ρῶι τ]ῶ Ἀπ[έλλωνος] τῶ Δελ[φ]ιδίω, τὰν δὲ Λυττοῖ [ἐν τῶι] | |
| 50 | ἱαρῶι τᾶς Ἀθανα[ί]ας [— — — — — — — — — —] ΩΝ τῶν δραπετικῶ[ν σωμάτων]. |
| ὅροι τᾶς Λατίων χώρας· ἀπὸ θα[λάσσας ἂμ ποταμ]ὸν τὸν Κυμαῖον ἇι ὕδ[ωρ ῥεῖ καὶ ἐπὶ τὸς Ε— — — ἐπὶ] | |
| τὰν Ἱππάγ[ρα]ν κἠς τὸν Βένκα[σον καὶ ἀπὸ τᾶς ἐπ]ιτολᾶς τῶ Βενκά[σ]ω [ἐκ τᾶς πέτρας περιαπ]- | |
| πέτιξ ἐς τὰν ἄλλαν πέτρ[αν, ἇι ἁ ταινία παρατρ]έχει, καὶ τούτω κατ[ὰ τὰς κεφαλὰς(?) ἐς ἄκραν] | |
| τὰν ἐμ Μίτοις καὶ ἐς [ὀρθὸν ἐς τὰν κεφαλὰ]ν̣ τῶ πάλαι χέρσω τὰ[ν ἐπέχονσαν ἐπὶ τὰν Ἐ]- | |
| 55 | ξάκωνος ἀφ[αμίαν καὶ τούτω ἐπὶ τὰς κεφ]αλὰ[ς] τᾶν ναπᾶν <περὶ τὸς ἐρειπιῶνας μέστα ἐς τὰν κεφαλὰν> τὰν ἐπ[άνω τῶ Ἑρμᾶ καὶ περιαππ]- |
| έτιξ ἐπ[ὶ] τὸ ΑΝ[ΤΡΟΣΕΙΔΙΟΝ καὶ ἐς τὰν ὁδ]ὸν τὰν διὰ [Λ]άξον ἄγον̣σ̣[αν καὶ ἐπὶ τὸν θῖνον ἄρον] | |
| καὶ ἐς τὰν κε[φαλὰν τὰν ὑπο]κάτω τῶ Γνά[φω] κ[αὶ το]ύτω ἐς τὸ πέρ[αν ἐς τὸν παχὺν λόφον] | |
| ἐς τὰν σκοπὰ[ν καὶ τούτω] ἐπὶ τὸ ἐξέδριον τὸ κατάνω ἧ αἱ θῆκαι ἐν[τὶ καὶ ἐς τὰν κάτω ἁλικὰν] | |
| καὶ ἐς τὰν ἄν[ω ὠίαν τᾶς] πέτρας καὶ ἐς τὸν Βοίνωπα καὶ ἐς τὰν | |
| 60 | Ἱ[ππασίαν καὶ ἐς τὰν ὁδὸν] |
| τὰν ἄγον̣[σαν ἐπὶ Ἄκιμ]ον καὶ ἐς Ἰελκέτας ἐπὶ τ[ὸς] Κωρῆτα[ς καὶ ἐς τὸν Κόλον ἇι ὕδωρ ῥεῖ καὶ ἐς Κυμνητάλλαν] | |
| ἇι ὕδωρ ῥεῖ κ[ἠς τὰν Σορ]άσαν κἠς τὰν ὁδὸν κἠπ’ Ἐλάφω λίμνα[ν κἠς τὰν δηράδα κἠς τὸν Ἀ]- | |
| χερδόεντα [κἠπ]ὶ Διὸ[ς ἄκρον κἠ]πὶ Δορείαν κἠς Κυρταί̣ρ̣αξον(?) [κἠπὶ τὸν καταβαθμὸν καὶ πε]- | |
| ριαππέτις ἐ[ς τ]ὸν Σπιν[όεντα κἠς τ]ὰν Συωνίαν κ[ἠς τὸν Ἄρακα κἠς Χαμβρίτρασον ἇι] | |
| ὕδωρ ῥεῖ ἐ[ς τ]ὰ[ς] Πρινο[έσσ]α[ς κἠς] τὰν Δαττ[άλλαν κἠς τὸν περιστεριῶνα καὶ περιαππ]- | |
| 65 | έτις ἇι αἱ [σ]τεφ[άναι κἠς τ]ὰ[ν Δα]νάπαρξ[ον καὶ ἐς τὰν Αἴγυρον ἇι αἱ στεφάναι ἐς Παμφυρί]- |
| ασον κἠ[ς τ]ὰν ὁδὸν τ[ὰν δα]μοσίαν κἠς [τὸν Ἐπαθέντα(?) κατὰ ῥάχιν ἐς Συδάφνας τὰς ἄνω] | |
| [καὶ] κατὰ ποταμὸν [ἐς Κορδωί]λαν καὶ ἀν[ράχιν ἐς Λαγινάπυτον ἐπὶ τὸ ἄντρον κἠς Καλλιόρα]- | |
| σον ἐπὶ τὸ ἄντρον κ[ἠς Με]ταλλάπ[υτον ἐπὶ τὸν ποταμὸν κἂν τὸν ῥόον ἐπὶ τὸ Στιώτιον καὶ] | |
| τῶδε ἀνράχιν ἐπὶ τ[ὸν Ἀ]κ̣άμαν[τα. ὅροι Λατίων πορτὶ Βολοντίος· ἀπὸ θαλάσσας ἐς Πλυμ]- | |
| 70 | ῶν’ ἀρράχιν ἐπὶ τὸ ἀρ[χ]αῖον Ἀφρ[οδίσιον καὶ τούτω ὡς τῶ Δερέω θίνω τῶ τεμένιος οἱ ὅροι οἱ] |
| ἐς τὸν βορέαν ἔχοντες κἠς [τὰν Αἰρεπὼ κἠς τὰν Προμενήτισσαν κἠπὶ τᾶς Κολολάκκας] | |
| τ[ὰ]ν περίβασιν κἠς Ἀρχελάρ[χαν ἐς τὰν δηράδα πὰρ τῶν πρίνων κἠς τὸν Ἀκάμαντα]. | |
| ὅρκος Λατίων· ὀμνύω τὰν Ἱστία[ν καὶ τὸν Ζῆνα τὸν Κρηταγενία καὶ τὰν Ἥραν καὶ τὸν Ζῆ]- | |
| να τὸν Ταλλαῖον καὶ τὸν Ποσειδᾶ[ν καὶ τὰν Ἀμφιτρίταν καὶ τὸν Ἀπέλλωνα τὸν Πύ]- | |
| 75 | τιον καὶ Λατὼν κἄρτεμιν καὶ Ἄρ[εα καὶ τὰν Ἀφροδίταν καὶ τὰν Ἐλευθυίαν καὶ τὰν Βριτό]- |
| μαρπιν καὶ Ἑρμᾶν καὶ Κωρῆτας καὶ Ν[ύμφας καὶ τὸς ἄλλος θιὸς πάντας καὶ πάσας· ἦ] | |
| μὰν ἐγὼ τοῖς Ὀλοντίοις ἐμμε[νίω ἐν τᾶι φιλίαι καὶ συμμαχίαι καὶ ἰσοπολιτείαι] | |
| καὶ τοῖς ὅρκοι[ς] ἐμμενίω κα[ὶ βοαθησίω ἁπλόως καὶ ἀδόλως καὶ κατὰ γᾶν καὶ κατὰ] | |
| [θά]λασσαν· καἴ τίς κα πολε[μίων Ὀλοντίοις ἐφέρπηι ἐπὶ πόλιν ἢ ἐπὶ χώραν ἢ ἐπ’ ὠρεῖα ἢ] | |
| 80 | [λι]μένας τὸς τῶν Ὀλοντίων, [οὐ προλειψίω οὔτε ἐν πολέμωι οὔτε ἐν εἰρήναι, ἀλλ’ ἐμ]- |
| [με]νίω ἐν τοῖς ὅρκοις τοῖς συ[γκειμένοις· δίκας τε καὶ πράξεις διδόναι καθώς] | |
| [κα] συνθιώμεθα. εὐορκίοντ[ι μὲν ἦμεν πολλὰ καὶ ἀγαθά, ἐπιορκίοντι δὲ τὰ] | |
| [ἐν]αντία. ὅρκος Βολοεντί[ων ὁ αὐτός]. | |
| 61,B.1 | ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτη- |
| ρίαι <τάδε> συνέθεντο Λάτιοι καὶ | |
| Ὀλόντιοι κοσ[μιόντων ἐν μ]- | |
| ὲν Λατῶι ἐπὶ τῶν Ὑλλέων τῶν | |
| 5 | σὺν Πυλέρωι τῶ Τ[αλλαίω] |
| μηνὸς Θιοδαισίω τρια- | |
| κάδι, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν | |
| [— — — τῶν] σὺν Σωφρονίχωι | |
| τῶ Ἀρίστιος [μηνὸς Ἐ]- | |
| 10 | λευσινίω [τριακά]δι. [φίλος] |
| καὶ συμμάχος ἀλλάλοις ὑπο- | |
| μενῆν ἁπλόως καὶ ἀδόλως | |
| εἰς τὸν πάντα χρόνον καὶ [τὸν] | |
| [αὐτὸν φίλον] καὶ ἐχθρὸν ἑξῆν. | |
| 15 | καἴ τίς κ’ ἐμβάλληι εἰς τὰν τῶν |
| Λατίων χώραν ἢ ἀποτάμνη- | |
| ται χώρας τᾶς Λατίων ἢ φρού- | |
| ρια <ἢ νάσος ἢ λιμένας> [Λατίων κατα]λαμβάνηται | |
| [βοαθησῆν τὸς Ὀλοντίος] ἀπροφασίστως | |
| 20 | παντὶ σθένει [τοῖς Λατίοις] πολεμί- |
| οντας ἀπὸ χώρας· | |
| 21a | {²Die fölgenden Zeilen waren in der Kopie Molins (oder in der Inschrift) lückenhaft:}² |
| 22/32a | <ὡσαύτως δὲ καὶ εἴ τίς κα ἐς τὰν τῶν Ὀλοντί>ων χώραν <ἐμβάλληι ἢ ἀπο- |
| τάμνηται χώρας τᾶς Ὀλοντίων ἢ φρώρια ἢ νάσος κατα>λαμβάνηται <ἢ | |
| λιμένας Ὀλοντίων, βοαθησῆν τὸς Λατίος> ἀπροφασίστως <παντὶ σθένει | |
| καὶ κατὰ τὸ δυνατὸν τοῖς Ὀλοντίοις> πολεμίοντας <ἀπὸ χώρας. ἐξέστω | |
| δὲ τῶι βωλομένωι> Λατίων <δικαιοπραγήσαντι τοῖς ἰδίοις ἐν Ὀλόντι πολι- | |
| τεύεσθαι μετέχοντι θίνων καὶ ἀνθρωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Ὀλόν- | |
| τιοι μετέχοντι, κατὰ ταὐτὰ δὲ ἐξέστω> Ὀλοντίων τῶι βωλομένωι <δικαιο- | |
| πραγήσαντι τοῖς ἰδίοις Λατοῖ πολιτεύεσθαι> μετέχοντι θίνων καὶ ἀνθρω- | |
| πίνων πάντων <ὧν καὶ οἱ ἄλλοι Λάτιοι μετέχοντι. ἐξαγωγὰν δὲ ἦμεν τῶι | |
| τε Λατίωι ἐξ Ὀλόντος καὶ τῶι Ὀλοντίωι ἐγ Λατῶς, κατὰ γᾶν μὲν ἀτελές, | |
| κατὰ θάλασσαν δὲ καταβάλλονσι τὰ τέλια κατὰ τὸς ἑκατερῆ κειμένος | |
| νόμος, ὀμόσανσι ἐς ἰδίαν χρήιαν ἐξάγεν. αἰ δέ τι κοινᾶι στρατευόμενοι | |
| ἕλοιμεν τῶν πολεμίων, λανχάνεν ἑκατέρος κατὰ τὸς ἕρποντας ἄνδρας. αἰ | |
| δέ κα πολεμίωντι ἀμφότεραι πόλεις ἀπὸ χώρας, μἠξέστω μηδατέρωι σπον- | |
| δὰς ἄγεν μήτ’ εἰρήναν τίθεσθαι, αἴ κα μὴ κοινᾶι αἱ πόλεις βωλεύσωνται. | |
| ἐξορκιξάντων δὲ καὶ τὰν ἀγέλαν τὰν τόκ’ ἐσδυομέναν> ἐν ἑκατέραι τᾶι | |
| πόλει <ἐπεί κ’ ἐγδράμωντι> οἱ κόσμοι ἐπ’ αὐτῶν κοσμιόντων, παριόντων | |
| <ἐν μὲν Λατῶι Ὀλοντίων πρειγηίας, ἐν δὲ Ὀλόντι Λατίων πρειγηίας, καὶ | |
| τὰν συνθήκαν ἀναγινωσκόντων καὶ τὸν ὅρκον τελισκόντων ἐν μὲν Λα- | |
| τῶι> ἐν τοῖς Θιοδαισίοις, <ἐν δὲ Ὀλόντι ἐν τοῖς [— —]> παραγγελλόντων <δὲ | |
| οἵ τε Λάτιοι τοῖς Ὀλοντίοις καὶ οἱ Ὀλόντωι τοῖς Λατίοις πρό>- | |
| 33 | πεμπτον ἐπεί κα μέλλωντι ἀ- |
| ναγινώσκεν τ[ὰν συνθήκαν ἢ] | |
| 35 | τὰς ἀγέλας ἐξορκίζεν· εἰ δέ [κα] |
| μὴ ἐξορκίξωντι οἱ Λάτιοι | |
| κόσμοι ἢ μὴ παραγγήλωντι | |
| ἐπὶ τὰν ἀνάγνωσιν τᾶς συνθή- | |
| κας ἢ μὴ ἀναγνῶντι, ἀποτει- | |
| 40 | σάντων ὁ κόσμος ἕκαστος ἀρ- |
| γυρίω στατῆρας ἑκατὸν τοῖς | |
| Ὀλοντίοις· ὡσαύτως δὲ καὶ | |
| οἱ Ὀλόντιοι εἰ μὴ κα ἐξορκίξων- | |
| τι τὰς ἀγέλας ἢ μὴ παραγγή- | |
| 45 | λωντι ἢ μὴ ἀναγνῶντι τὰν |
| συνθήκαν ἀποτεισάντων ὁ | |
| κόσμος ἕκαστος ἀργυρίω στα- | |
| τῆρας ἑκατὸν τοῖς Λατίοις. | |
| κεί κα κόσμος ἔλθηι Λάτιος | |
| 50 | εἰς Ὀλόντα ἢ Ὀλόντιος ἐς Λα- |
| τών, <τό τε ἡμάτιον ἀφφανῶ ἐχέτω καὶ ἑρπέτω> ἐς πρυτανήιον <καθώς> | |
| <κα οἱ κόσμοι> ἐς <ἑορτὰν ἢ> ποππὰν ἕρ- | |
| πωντι. αἰ δὲ πλίονες ἕρποι- | |
| εν Λάτιοι(?) [ἐς Ὀλόντα ἢ] | |
| 55 | Ὀλόντιοι ἐς Λατών, παρ’ ἕτε- |
| ρον ἥσθων ὁπῆ ἄγχι διω[ρισ— <— — — πρ]εισγήιας ἕρπεν. αἰ δέ τί κα ἕληται Λατίωι ἢ Βολοντίωι> | |
| ἐπιόντων οἱ πρείγιστοι οἱ | |
| ἐπὶ εὐνομίαις οἱ ἑκατερῆ ἐ- | |
| ρευνίοντες καὶ ῥυθμίζον- | |
| 60 | τες <καὶ κύριοι ἔστων [— — — —]> πρὸς αὐσαυτὸς καὶ |
| τὰ ἄλλα πάντα χρήμενοι. ἦμεν | |
| δὲ τὰς ὁδὸς τὰς ξενικὰς θί- | |
| νας· αἰ δέ τίς τινα ἀδική- | |
| σηι ἐν ταύταις ταῖς ὁδοῖς. | |
| 65 | ἀποτεισάτω ἑξαπλόα τὰ πρόσ- |
| τιμα δίκαι νικαθές. ἦμε- | |
| ν δὲ καὶ ἐπιγαμίας ἀλλάλοις. | |
| κύριον δ’ ἦμεν τὸν Λάτιον | |
| ἐν Ὀλόντι ποτὶ τὸν Ὀλόντι- | |
| 70 | ον καὶ τὸν Ὀλόντιον ἐν Λατῶι |
| ποτὶ τὸν Λάτιον καὶ πωλέ- | |
| οντα διὰ τῶ χρεωφυλακίω καὶ ὠνε- | |
| όμενον καὶ δανείζοντα καὶ | |
| δανειζόμενον καὶ τὰ ἄλλα | |
| 75 | πάντα συναλλάττοντα κατὰ |
| τὸς τᾶς πόλιος νόμος τὸς ἑκατε- | |
| ρῆι κειμένος. ἑρπόντων δὲ | |
| ἐς τὰς ἑορτὰς οἱ μέν Λάτιοι | |
| ἐς Ὀλόντα ἐς τὰ [Θεο]δαίσια | |
| 80 | καὶ ἐς τὰ Βριτομάρπεια, ὡσαύτως |
| δὲ καὶ οἱ Ὀλόντιοι [ἐς Λατὼν ἔς τε τὰ Θιοδαίσια] | |
| <κἠς τὰ [— —] καὶ θίασον ἀγόντων· χορὸς δὲ καὶ δρομέας ἀποστελλόντων καὶ θυόντων καὶ τἄλλα κατὸ> | |
| νομιζόμενον. εἰ δέ τί κα δό- | |
| ξηι ταῖς πόλεσι βωλευσαμέ- | |
| 85 | ναις ἐξελε͂ν ἢ ἐνγρά- |
| ψαι, ὅ τι μέν κ’ ἐξέλοιεν, | |
| μήτε ἔνορκον μήτε ἔνθινον ἦμεν, | |
| ὅ τι δὲ κ’ ἐνγραψαιεν, ἐνθινον καὶ ἐν- | |
| ορκον εἶμεν. ἀναγράψαι δὲ | |
| 90 | τὰν συνθήκαν ταύταν ἐς στάλαν λι- |
| θίναν κἀνθέμεν ἑκατέρος | |
| ἐν τᾶι ἰδίαι πόλει, οἱ μὲν Λάτιοι | |
| ἐν τῶι ἱαρῶι τᾶς Ἐλευθυίας, οἱ δὲ | |
| Ὀλόντιοι ἐν τῶι ἱερῶι τῶ | |
| 95 | Ζηνὸς τῶ Ταλλαίω. θέμεν δὲ |
| καὶ ἄλλας στάλας, τὰν | |
| μὲν ἐν Κνωσῶι ἐν τῶι ἱερῶι | |
| τῶ Ἀπόλλωνος τῶ Δελφινίω, | |
| <τὰν δὲ Λυττοῖ ἐν τῶι ἱαρῶι | |
| 100 | τᾶς Ἀθαναίας [— — — — — —] |
| [— — — — — — — — — — — — —] | |
| [— —]ων τῶν δραπετικῶν | |
| σωμάτων. | |
| ὅροι τᾶς Λατίων χώρας· | |
| 105 | ἀπὸ θαλάσσας ἀμ ποταμὸν τὸν |
| [Κυμαῖον] καὶ ἐπὶ τὸς Ε[․․․] ἐπὶ | |
| τὰν Ἱππάγραν κἠς τὸν Βέγκασον | |
| καὶ ἀπὸ τᾶς ἐπιτολᾶς τῶ Βεγ- | |
| κάσω ἐκ τᾶς πέτρας περιαμ- | |
| 100 | πέτιξ ἐς τὰν ἄλλαν πέτραν, |
| ἇι ἁ ταινία παρατρέχει, καὶ | |
| τούτω <κατὰ τὰς κεφαλὰς(?) ἐς ἄκραν τὰν ἐμ Μίτοις καὶ ἐς ὀρθὸν ἐς τὰν | |
| κεφαλὰν τῶ πάλαι χέρσω τὰν ἐπέχονσαν ἐπὶ τὰν Ἐξάκωνος ἀφαμίαν | |
| καὶ τούτω> ἐπὶ τὰς κεφαλὰς τᾶν ναπᾶν περὶ τὸς ἐρειπιῶνας μέστα ἐς τὰν κεφαλὰν τὰν | |
| 115 | ἐπάνω τῶ Ἑρμᾶ καὶ περιαμπ- |
| έτιξ ἐπὶ τὸ ΑΝΤΡΟ[ΣΕΙΔΙΟΝ(?)] | |
| καὶ ἐς τὰν ὁδὸν τὰν διὰ Λά- | |
| ξον {ΑΜΠΕΤΙΞΕΠΙΤΟΑΝΤΡΟΝ} | |
| ἄγουσαν κἠς τὸν θῖνο- | |
| 120 | ν ἄρον κἠς τὰν κεφαλὰν κάτω τῶ |
| Κνάφω καὶ τούτω ἐς τὸ πέ- | |
| ραν ἐς τὸν παχὺν λόφον ἐς τὰν | |
| σκοπὰν καὶ τούτω ἐπὶ τὸ ἐξέδρι- | |
| ον τὸ κατάνω ἧ αἱ θῆκαι ἐντὶ | |
| 125 | καὶ ἐς τὰν κάτω ἁλικὰν κἠς |
| τὰν ἐπάνω ὠίαν τᾶς πέτρας | |
| κἠς τὸν Βοίνωπα κἠς τὰν Ἱπ- | |
| πασίαν κἠς τὰν ὁδὸν τὰν ἄγου- | |
| σαν ἐπί Ἄκιμον καὶ ἐς Ἰαλκέ- | |
| 130 | τας ἐπὶ τὸς Κωρῆτας καὶ ἄν |
| Ἑλλῆν’(?) ἐς τὸν Κόλον ἇι ὕδωρ ῥεῖ | |
| κἠς τὰν Κυμνητάλλαν κἠς Σο- | |
| ράσαν κἠς τὰν ὁδὸν κἠπὶ τὰν <Ἐλάφω> | |
| λίμναν κἠς τὰν δηράδα κἠς | |
| 135 | τὸν Ἀχερδόεντα κἠπὶ Διὸς |
| ἄκρον κἠπὶ Δορηίαν κἠς Κυρ- | |
| ταίραξον κἠς τὸν καταβαθ- | |
| μὸν καὶ περιαμπέτιξ εἰς τὸν | |
| Σπινόεντα κἠς τὰν Συωνί- | |
| 140 | αν κἠς τὸν Ἄρακα κἠς Χαμβρί- |
| τρασον ἇι ὕδωρ ῥεῖ ἐς τὰς Πρι- | |
| νοέσσας κἠς τὰν Δαττάλλαν | |
| κἠς τὸν Περιστεριῶνα καὶ | |
| περιαμπέτιξ ἇι αἱ στεφά- | |
| 145 | ναι κἠς Δανάπαρξον καὶ ἐς |
| τὰν Αἴγυρον ἇι αἱ στεφάναι | |
| κἠς {Δανάπαρξον καὶ ἐς} Παμφυρί- | |
| ασον ἐς τὰν λίμναν κἠς τὰν ὁ- | |
| δὸν τὰν δαμοσίαν κἠς τὸν | |
| 150 | Ἐπαθέντα κατὰ ῥάχιν ἐς Συ- |
| δάφνας τὰς ἄνω καὶ κατὰ ποτα- | |
| μὸν ἐς Κορδωίλαν καὶ ἀνρά- | |
| χιν ἐς Λαγινάπυτον ἐπὶ τὸ | |
| ἄντρον κἠς Καλλιόρασον ἐ- | |
| 155 | πὶ τὸ ἄντρον κἠς Μεταλλάπυ- |
| τον ἐπὶ τὸν ποταμὸν κἂν τ- | |
| ὸν ῥόον ἐπὶ τὸ Στιώτιον καὶ | |
| τῶδε ἀνράχιν ἐπὶ τὸν Ἀκά- | |
| μαντα. | |
| 160 | ὅροι Λατίων ποτὶ Ὀλοντίος· |
| ἀπὸ θαλάσσας ἐς Πλυμῶν’ ἀνρά- | |
| χιν ἐπὶ τὸ ἀρχαῖον Ἀφροδίσι- | |
| ον καὶ τούτω ὡς τῶ Δερέω θίνω | |
| τῶ τεμένεος οἱ ὅροι οἱ ἐς τὸν | |
| 165 | βορέαν vvv ἔχοντες κἠς τὰν |
| Αἰρεπὼ κἠς τὰν Προμενήτισ- | |
| σαν κἠπὶ τᾶς Κολολάκκας | |
| τὰν περίβασιν κἠς Ἀρχελάρ- | |
| χαν ἐς τὰν δηράδα πὰρ τῶν | |
| 170 | πρίνων κἠς τὸν Ἀκάμαντα. |
| Ὀμόσαι τὸς Λατίος τοῖς Ὀλον- | |
| τίοις καὶ τὸς Ὀλοντίος τοῖς | |
| Λατίοις τὸν ὑπογεγραμμέ- | |
| νον ὅρκον. | |
| 175 | ὅρκος Λατίων· |
| ὀμνύω τὰν Ἑστίαν καὶ τὸν | |
| Ζῆνα τὸν Κρηταγενία καὶ τὰν | |
| Ἥραν καὶ τὸν Ζῆνα τὸν Ταλ- | |
| λαῖον καὶ τὸν Πεσειδᾶν καὶ | |
| 180 | τὰν Ἀμφιτρίταν καὶ <τὸν Ἀπέλλωνα τὸν Πύτιον καὶ> τὰν Λα- |
| τὼν κἄρτεμιν καὶ Ἄρεα καὶ | |
| τὰν Ἀφροδίταν καὶ τὰν Ἐλευ- | |
| θυίαν καὶ τὰν Βριτόμαρτιν | |
| καὶ Ἑρμᾶν καὶ Κωρῆτας καὶ | |
| 185 | Νύμφας καὶ τὸς ἄλλος θιὸς |
| πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ | |
| τοῖς Ὀλοντίοις ἐμμενίω ἐν | |
| τᾶι φιλίαι καὶ συμμαχίαι | |
| καὶ ἰσοπολιτείαι καὶ τοῖς | |
| 190 | ὅρκοις ἐμμενίω καὶ βοαθη- |
| σίω ἁπλόως καὶ ἀδόλως καὶ | |
| κατὰ γᾶν καὶ κατὰ θάλασσαν· | |
| καὶ εἴ τίς κα πολεμίων Ὀλον- | |
| τίοις ἐφέρπηι ἐπὶ πόλιν | |
| 195 | ἢ ἐπὶ χώραν ἢ ἐπ’ ὠρεῖα ἢ λιμέ- |
| νας τὸς τῶν Ὀλοντίων, οὐ | |
| προλειψίω οὔτε ἐν πολέμωι | |
| οὔτε ἐν εἰρήναι, ἀλλ’ ἐμμενίω | |
| ἐν τοῖς συγκειμένοις ὅρ- | |
| 200 | κοις· δίκας τε καὶ πράξεις |
| διδόναι καθώς κα συνθιώμε- | |
| θα. εὐορκέοντι μὲν ἦμεν πολ- | |
| λὰ καὶ ἀγαθά, ἐφορκέοντι δὲ | |
| τὰ ἐναντία. | |
| 205 | ὅρκος Ὀλοντίων ὁ αὐτός. |
| ἐπὶ κόσμων <Λατοῖ> μὲν τῶν σὺν Μαι- | |
| ναίωι τῶ Χαιρνητάδα μηνὸς | |
| Θερμολαίω(?) δεκάται, ἐν | |
| δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Κρατί- | |
| 210 | νωι τῶ Ἀριστωνύμω μηνὸς Ἡ- |
| ραίω δεκάται, ἔδοξε Λατί- | |
| οις καὶ Ὀλοντίοις κοινᾶι | |
| βωλευσαμένοις προσθέμεν | |
| † πρὸς τὰν φιλίαν καὶ συμμα- | |
| 215 | χίαν καὶ ἰσοπολιτείαν καὶ |
| πρὸς τἄλλα φιλάνθρωπα | |
| τὰ γεγονότα ταῖς πόλεσι † | |
| καὶ τὰν νῦν δόξαντα προσγρά- | |
| ψαι πρὸς τὰς προϋπαρχώσας παρ’ | |
| 220 | αὐτοῖς στάλας, χρήσιμα ὄν- |
| τα καὶ συμφέροντα, ὅπως μᾶλ- | |
| λον αὔξηται ἁ φιλία. |