[ ] Aeg.Isl. — Delos Isl. — 116 BC — IC I xvi 4* B 43-61 — ID 1513
43 ἀγαθᾶι τύχαι. ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι-
ῶνος. ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος
45 τᾶς Κνωσίων Ἀγησίπολις Ἀγαθάνδρω ποτανέγραψε
τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶
καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς
Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ
τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ-
50 ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τᾶν πόλεων γράμματα.
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν-
ευδοκησάντων καὶ Κνωσίων, ἀμβάλεν ὑπερθεμένοις
κατὰ τὰν ἐπιτροπὰν τὸν προγραμμένον χρόνον ἐν τᾶι
στάλαι, τὸν ἐπὶ Νενναίω{ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα-
55 τίω καὶ Μενοντίδα Ὀλοντίω. Ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν
κρίνοντας Κνωσίος ἐν μησὶν δέκα δύο, ἄρχοντος μηνὸς Νε-
κυσίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ-
δάννω τῶι Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ
τῶν σὺν Ἀντικλεῖ τῶι Εὐβώλωι μηνὸς Ἀπελλαίω.
60 δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε-
ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς.
Search Help