[ ]
Aeg.Isl. — Delos Isl. — 116 BC — IC I xvi 4* B 43-61 — ID 1513
| 43 | ἀγαθᾶι τύχαι. ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι- |
| ῶνος. ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος | |
| 45 | τᾶς Κνωσίων Ἀγησίπολις Ἀγαθάνδρω ποτανέγραψε |
| τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶ | |
| καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς | |
| Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ | |
| τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ- | |
| 50 | ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τᾶν πόλεων γράμματα. |
| ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν- | |
| ευδοκησάντων καὶ Κνωσίων, ἀμβάλεν ὑπερθεμένοις | |
| κατὰ τὰν ἐπιτροπὰν τὸν προγραμμένον χρόνον ἐν τᾶι | |
| στάλαι, τὸν ἐπὶ Νενναίω{ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα- | |
| 55 | τίω καὶ Μενοντίδα Ὀλοντίω. Ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν |
| κρίνοντας Κνωσίος ἐν μησὶν δέκα δύο, ἄρχοντος μηνὸς Νε- | |
| κυσίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ- | |
| δάννω τῶι Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ | |
| τῶν σὺν Ἀντικλεῖ τῶι Εὐβώλωι μηνὸς Ἀπελλαίω. | |
| 60 | δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε- |
| ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς. |