[ ]
Aeg.Isl. — Delos Isl. — 116 BC — IC I xvi 4* B 43-61 — ID 1513
43 | ἀγαθᾶι τύχαι. ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι- |
ῶνος. ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος | |
45 | τᾶς Κνωσίων Ἀγησίπολις Ἀγαθάνδρω ποτανέγραψε |
τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶ | |
καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς | |
Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ | |
τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ- | |
50 | ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τᾶν πόλεων γράμματα. |
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν- | |
ευδοκησάντων καὶ Κνωσίων, ἀμβάλεν ὑπερθεμένοις | |
κατὰ τὰν ἐπιτροπὰν τὸν προγραμμένον χρόνον ἐν τᾶι | |
στάλαι, τὸν ἐπὶ Νενναίω{ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα- | |
55 | τίω καὶ Μενοντίδα Ὀλοντίω. Ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν |
κρίνοντας Κνωσίος ἐν μησὶν δέκα δύο, ἄρχοντος μηνὸς Νε- | |
κυσίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ- | |
δάννω τῶι Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ | |
τῶν σὺν Ἀντικλεῖ τῶι Εὐβώλωι μηνὸς Ἀπελλαίω. | |
60 | δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε- |
ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς. |