[ ] Crete, Ctr. — Mt. Ida — 4th c. AD — Guard. EG 4.413
1 ἡμετέρης κάλλιστον ἔχεις, Λόγε Χ(ριστ)έ, | χορίης
Μάγνον ἐν εὐσεβίεσσιν πανηγυρίεσσι | δικέων ∶
τῷδε πόνος κλυτόκαρπος ἐπουρανίων | ἀνέωξε
τιμὴν ἀγγελόεσσαν, ἐπὶ σέβας ἱ#⁸⁰ερὸν ἔσχε,
5 τίμα{ς} δὲ <σ>ὴν μεγάλην βασιληείδα τὴν θεότε|κνον
ἀειδίην θεότητα ∶ τὸ σὸν δ’ ὑπεδέχνυτο πν(εῦμ)α,
εὔσχολον ἐκτανύων ψυχῆς πολυχανδέα κόλπον,
εἶδος ὅπως θεϊκὸν βροτοείκελον ἀμφιβά|λοιτο
σῆς, μάκαρ, ἀντολίης θεεικὴν δόσιν
10             ἀγλ<α>οφεγγές.
Search Help
Contact Us