[ ]
Crete, Ctr. — Mt. Ida — 4th c. AD — Guard. EG 4.413
1 | ἡμετέρης κάλλιστον ἔχεις, Λόγε Χ(ριστ)έ, | χορίης |
Μάγνον ἐν εὐσεβίεσσιν πανηγυρίεσσι | δικέων ∶ | |
τῷδε πόνος κλυτόκαρπος ἐπουρανίων | ἀνέωξε | |
τιμὴν ἀγγελόεσσαν, ἐπὶ σέβας ἱ#⁸⁰ερὸν ἔσχε, | |
5 | τίμα{ς} δὲ <σ>ὴν μεγάλην βασιληείδα τὴν θεότε|κνον |
ἀειδίην θεότητα ∶ τὸ σὸν δ’ ὑπεδέχνυτο πν(εῦμ)α, | |
εὔσχολον ἐκτανύων ψυχῆς πολυχανδέα κόλπον, | |
εἶδος ὅπως θεϊκὸν βροτοείκελον ἀμφιβά|λοιτο | |
σῆς, μάκαρ, ἀντολίης θεεικὴν δόσιν | |
10 | ἀγλ<α>οφεγγές. |