[ ]
Crete, Ctr. — Gortyna [Ion., Miletos] — mid-3rd c. BC — McC. Mil. 58
1 | Γορτυνίων. |
ἐάν τις Μιλησίων ἐγ Γόρτυνι ἢ Γορτυνίων ἐμ Μιλήτωι | |
ἐφάπτηται σώματος ἢ δούλου ἢ ἐλευθέρου, ἂμ μὲν ἀνά- | |
γηι ὁ ἔχων πράτορι ἀξιόχρεωι ἢ εἰς πόλιν ἔνδικον, ἀποδοὺς̣ | |
5 | τὴν τιμὴν τὴν ἀρχα[ί]αν, ἀποδότω τὸ σῶμα ὁ ἐφαψάμε- |
νος· ἂν δὲ μὴ ἀνάγηι, ἀποδότω τὸ σῶμα ὁ ἔχων τῶι ἐφαψα- | |
μένωι αὐθημερόν. ἂν δέ τι ἀντιλέγηται περὶ τοῦ σώμα- | |
τος περὶ οὗτινος, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς τοῦ ἐμπορίου | |
ἐπιμελητὰς πένθ’ ἡμερῶν, ἐγ Γόρτυνι δὲ τοὺς κόσμους ἡ- | |
10 | μερῶν πέντε. τῶν δὲ δικασθέντων τὰς πράξεις εἶναι ἐμ̣ |
Μιλήτωι μὲν κατὰ τὸν νόμον τὸν ἐμπορικόν, ἐγ Γόρτυνι δ[ὲ] | |
κατὰ τὸν νόμον τὸν προξενικόν. κατὰ τὰ αὐτὰ Λύκτιοι, | |
Ἀρκάδες, Ἀριαῖοι, Ὑρταῖοι. |