[ ]
Crete, W. — Sybrita [Ion., Teos] — 201 BC — McC. Teos 52
1 | Συβριτίων. |
Συβριτίων ἁ πόλις καὶ οἱ κόσμοι Τηίων τᾶι βωλᾶι καὶ τῶι | |
δάμωι χαίρειν vac. παραγενόμενος Περδίκκας ὁ παρὰ βασι- | |
λέως Φιλίππου πρεσβευτὰς τό τε ψήφισμα ἀπέδωκεν | |
5 | ὃ ἔφερον οἱ παρ’ ὑμῶν πρεσβευταὶ ἐπεὶ αὐτοῖς συνε- |
[πρέσβευσεν], ἐν ὧι ἐγράψατε ἁμῖν περὶ τᾶς οἰκειότα- | |
τος καὶ τᾶς φιλίας, καὶ ὅτι καλῶς κα ποιήσαιμεν προσ- | |
δεξάμενοι τάν τε ἀνιέρωσιν τῶι Διονύσωι καὶ τὰν ἀσυ- | |
λίαν τᾶς τε πόλιος καὶ τᾶς χώρας [ὑμῶν — — — — — —] | |
10 | [․․․․․] πράσσειν· διελέγη δὲ [καὶ Περδίκκας ὁ ὑμέτερος] |
[πολί]τας ἀκολούθως τοῖς γ[εγραμμένοις μετὰ πάσας] | |
σπουδᾶς καὶ φιλοτιμίας· πρό[θυμοι οὖν καὶ ἀπὸ προ]- | |
γόνων πρὸς πάντα τὰ [θεῖα διακείμενοι — — — — τὰν] | |
ἀνιέρωσιν τῶι Διονύσωι κ[— — — — — — — — — — —] | |
15 | ․․ βουλόμενοι ὑμῖν π[— — — — — — — — — — — — —] |
[καὶ τ]ἄλλα τίμια [καὶ ἔνδοξα — — — — — — — — — —] | |
[καὶ τὰ]ν ἀσυλίαν [τᾶς πόλιος καὶ τᾶς χώρας — — — —] | |
[․․․․․]ιο[— — — — — — — — — — — — — — — — — —] | |
πάντα. εἰ δέ τινές κα τῶν ὁρμι<ο>μένων ἐξυβρί{σ}τας {²⁶ἐξυβρίτας = ἐκ Συβρίτας}²⁶ ἀδι- | |
20 | κήσωσίν τινα Τηίων ἢ τῶν παροίκων ἢ κοινᾶι ἢ ἰδίαι πα- |
ρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλεος | |
τῶν Συβριτίων, ἐξέστω τῶι παραγενομένωι Τηίων | |
ἢ τῶν παροίκων τῶν ἐν Τέῳ ἐπιλαβέσθαι καὶ τῶν σω- | |
μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκα | |
25 | ἀεὶ κοσμίοντες ἐπαναγκαζόντων ἀποδιδό- |
μεν τοὺς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀνυπόδι- | |
κοι πάσας ζαμίας. vac. εὐτυχεῖτε. |