[ ]
Crete, W. — Sybrita [Ion., Teos] — 201 BC — McC. Teos 52
| 1 | Συβριτίων. |
| Συβριτίων ἁ πόλις καὶ οἱ κόσμοι Τηίων τᾶι βωλᾶι καὶ τῶι | |
| δάμωι χαίρειν vac. παραγενόμενος Περδίκκας ὁ παρὰ βασι- | |
| λέως Φιλίππου πρεσβευτὰς τό τε ψήφισμα ἀπέδωκεν | |
| 5 | ὃ ἔφερον οἱ παρ’ ὑμῶν πρεσβευταὶ ἐπεὶ αὐτοῖς συνε- |
| [πρέσβευσεν], ἐν ὧι ἐγράψατε ἁμῖν περὶ τᾶς οἰκειότα- | |
| τος καὶ τᾶς φιλίας, καὶ ὅτι καλῶς κα ποιήσαιμεν προσ- | |
| δεξάμενοι τάν τε ἀνιέρωσιν τῶι Διονύσωι καὶ τὰν ἀσυ- | |
| λίαν τᾶς τε πόλιος καὶ τᾶς χώρας [ὑμῶν — — — — — —] | |
| 10 | [․․․․․] πράσσειν· διελέγη δὲ [καὶ Περδίκκας ὁ ὑμέτερος] |
| [πολί]τας ἀκολούθως τοῖς γ[εγραμμένοις μετὰ πάσας] | |
| σπουδᾶς καὶ φιλοτιμίας· πρό[θυμοι οὖν καὶ ἀπὸ προ]- | |
| γόνων πρὸς πάντα τὰ [θεῖα διακείμενοι — — — — τὰν] | |
| ἀνιέρωσιν τῶι Διονύσωι κ[— — — — — — — — — — —] | |
| 15 | ․․ βουλόμενοι ὑμῖν π[— — — — — — — — — — — — —] |
| [καὶ τ]ἄλλα τίμια [καὶ ἔνδοξα — — — — — — — — — —] | |
| [καὶ τὰ]ν ἀσυλίαν [τᾶς πόλιος καὶ τᾶς χώρας — — — —] | |
| [․․․․․]ιο[— — — — — — — — — — — — — — — — — —] | |
| πάντα. εἰ δέ τινές κα τῶν ὁρμι<ο>μένων ἐξυβρί{σ}τας {²⁶ἐξυβρίτας = ἐκ Συβρίτας}²⁶ ἀδι- | |
| 20 | κήσωσίν τινα Τηίων ἢ τῶν παροίκων ἢ κοινᾶι ἢ ἰδίαι πα- |
| ρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλεος | |
| τῶν Συβριτίων, ἐξέστω τῶι παραγενομένωι Τηίων | |
| ἢ τῶν παροίκων τῶν ἐν Τέῳ ἐπιλαβέσθαι καὶ τῶν σω- | |
| μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκα | |
| 25 | ἀεὶ κοσμίοντες ἐπαναγκαζόντων ἀποδιδό- |
| μεν τοὺς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀνυπόδι- | |
| κοι πάσας ζαμίας. vac. εὐτυχεῖτε. |