[ ]
Crete, W. — Hyrtakina [Ion., Teos] — after ca. 170 BC — McC. Teos 54
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — πρὸς] τὸς θεὸς ε[ὐ]- |
[σεβ— — — — — — — — — —]ων εἰς τὸν | |
[— — — — — — ποιῆσαι Τηΐος] ἰσοπολίτας | |
[ἀτελεῖς καὶ πολέμω καὶ εἰρ]άνας, καὶ αἴ τίς | |
5 | [κα ἀδικήσῃ αὐτὸς] συγγενέας καὶ ἱερὸς |
[ἐόντας ἢ πολε]μ̣ῇ ἢ κατὰ γᾶν ἢ κατὰ θάλα- | |
[σσαν καὶ παραιρῆ]ται τὰν χώραν τὰν καθιερωμέ- | |
[ν]αν, βοα̣[θη]σεῖ ὁ δᾶμος ὁ Ὑρτακινίων, καθὼς ἂν | |
δύναται μάλιστα· ἀναγράψαι δὲ τὰν ἀνανέ- | |
10 | ωσιν εἰς τὸ ἱερὸν τὸ τᾶς Ἥρας· ὑπάρχειν δὲ |
καὶ προξένος Ὑρτακινίοις Ἡρόδοτον Μη- | |
νοδότω, Μενεκλῆν Διονυσίω τὸς τῶν | |
Τηΐων πρεγγευτάς· ἐπαινέσαι δὲ α̣ὐ̣τ̣ὸ̣ς̣ | |
ἐπὶ τᾶι ἐνδαμίαι καὶ τᾶι λοιπᾶι ἀναστροφᾶι | |
15 | ἇι πεποίηνται ἀξίως τᾶς πόλιός τε τῶν Τηΐων |
καὶ Ὑρτακινίων πόλιος καὶ αὐσαυτῶν· κα- | |
λέσαι δὲ καὶ ἐπὶ ξένια τὸς πρεγγευτὰς | |
ἐπὶ τὰν κοινὰν ἑστίαν ἐς τὸ Δ[ελφ]ίνιον. | |
ἔρρωσθε. |