[ ]
Crete, W. — Hyrtakina [Ion., Teos] — after ca. 170 BC — McC. Teos 54
| [— — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — — — πρὸς] τὸς θεὸς ε[ὐ]- |
| [σεβ— — — — — — — — — —]ων εἰς τὸν | |
| [— — — — — — ποιῆσαι Τηΐος] ἰσοπολίτας | |
| [ἀτελεῖς καὶ πολέμω καὶ εἰρ]άνας, καὶ αἴ τίς | |
| 5 | [κα ἀδικήσῃ αὐτὸς] συγγενέας καὶ ἱερὸς |
| [ἐόντας ἢ πολε]μ̣ῇ ἢ κατὰ γᾶν ἢ κατὰ θάλα- | |
| [σσαν καὶ παραιρῆ]ται τὰν χώραν τὰν καθιερωμέ- | |
| [ν]αν, βοα̣[θη]σεῖ ὁ δᾶμος ὁ Ὑρτακινίων, καθὼς ἂν | |
| δύναται μάλιστα· ἀναγράψαι δὲ τὰν ἀνανέ- | |
| 10 | ωσιν εἰς τὸ ἱερὸν τὸ τᾶς Ἥρας· ὑπάρχειν δὲ |
| καὶ προξένος Ὑρτακινίοις Ἡρόδοτον Μη- | |
| νοδότω, Μενεκλῆν Διονυσίω τὸς τῶν | |
| Τηΐων πρεγγευτάς· ἐπαινέσαι δὲ α̣ὐ̣τ̣ὸ̣ς̣ | |
| ἐπὶ τᾶι ἐνδαμίαι καὶ τᾶι λοιπᾶι ἀναστροφᾶι | |
| 15 | ἇι πεποίηνται ἀξίως τᾶς πόλιός τε τῶν Τηΐων |
| καὶ Ὑρτακινίων πόλιος καὶ αὐσαυτῶν· κα- | |
| λέσαι δὲ καὶ ἐπὶ ξένια τὸς πρεγγευτὰς | |
| ἐπὶ τὰν κοινὰν ἑστίαν ἐς τὸ Δ[ελφ]ίνιον. | |
| ἔρρωσθε. |