[ ] Crete, W. — Kydonia — early Rom. Imp. period
1               [Μ]αττία Λουκίου θυγάτηρ
                                           χαῖρε.
κάλλει καὶ μορφᾶι τὰν ε[ὐῶ]πα̣ ἥρπ̣α̣σ̣εν Ἅϊδας
  αἰφνιδίως ζωοῖς πᾶσι ποθεινοτάταν,
5 Μάττιος ἃν ἐφύτευσε πατήρ, μάτηρ δ̣’ ἀτίτ[η]λ̣εν
  Εὐτυχία· θνάσκω δωδεχέτης ἄ[γ]αμος,
Ματτία οὔνομα ἐοῦσα, λιποῦσα δὲ φ[ῶς] ὑπὸ [κ]ε̣[ύ]θη
[κεῖ]μαι Φερσεφόνας ἐν νυχίωι θαλάμωι,
πατρί τε καὶ τᾶι ματρὶ λιποῦσ’ [αἰώ]νιον ἄλγος
10 [τᾶ]ι πολυδακρύτωι εἰς τὸν ἅπαντα χρόνον.
Search Help