[ ]
Crete, W. — Kydonia — 2nd c. BC
| 1 | τὰ[ν] μεγάλαυχον ἔ̣[—]αψ̣ε Σαμηραμὶς οὔνομα Πείσων |
| ἇς κλ[έ]ος ἐν Κρήτᾳ μίμνεται ἀθάνατον· | |
| δόξῃ γὰρ γονέων ἀρετᾷ δ’ ἀνδρὸς, συνομαίμου | |
| Φείδωνος γενεᾶς, ἔκκριτον ἀθανάτων | |
| 5 | μναστῆρα σὺ δέδεξαι ἐπίφθονον. [ἀλλ’] ἐτέκνωσας |
| σᾶς ἀλόχου, Πείσω<ν>, ἔγγονον ἰσόθεον. | |
| ἀλλά, <Ζ>εῦ Κρονίδα, σώζοις γόνον, ὃν κατέλειπε, | |
| Σων<α>ύταν δεχέτη, δόξαν ἔχοντ’ ἀρετᾶς. |