[ ]
Crete, W. — Axos [Ion., Teos] — 201 BC — McC. Teos 7
1 | Ϝαξίων. |
ἔδοξεν Ϝαξίων τοῖς κόσμοις καὶ τᾶι πόλει ψαφιξαμένοις | |
κατὰ τὸν νόμον· ἐπειδὴ Τήιοι διὰ προγόνων φίλοι καὶ συγ- | |
γενεῖς ὑπάρχοντε[ς] τᾶς ἁμᾶς πόλεος ἀπέστειλαν ψά- | |
5 | φισμα καὶ πρειγευτὰς Ἀπολλόδοτον καὶ Κωλώταν, |
οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν καὶ τὸ ψάφισμα | |
ἀποδόντες διελέγεν πεδὰ πάνσας σπουδᾶς καὶ φι- | |
λοτιμίας περὶ τῶ {ι} γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ- | |
σωι τᾶς τε πόλεος αὐτῶν καὶ τᾶς χώρας καὶ τὰν ἀσυ- | |
10 | λίαν τά τε ἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμι- |
α διαφυλάδεν καὶ συνεπαύξεν ἐς τὸν ἀεὶ χρόνον, περ[ὶ] | |
δὲ τῶν αὐτῶν διαλεγέντος καὶ Περδίκκα τῶ παρὰ τῶ βα- | |
σιλέως Φιλίππω πρειγευτᾶ· vac. δεδόχθαι Ϝαυξίων τοῖς | |
κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν<ς> πρειγευτὰν<ς> | |
15 | διότι καλῶς καὶ συμφερόντως διελέγεν περὶ τᾶς οἰκειότατος |
τᾶς ὑπαρχόνσας αὐτοῖς πορτ’ ἀμὲ καὶ τῶν λοιπῶν ἐνδό- | |
ξων καὶ τιμίων· ἀποκρίνασθαι δ<ὲ> ὅτι ὁ δᾶμος ὁ Ϝαυξίων δια- | |
φυλάδων τὰν πορτὶ τὸ θεῖον εὐσέβειαν καὶ τᾶι πόλει τῶν | |
Τηίων εὐχαριστεῖν βωλόμενος τάν τε καθιέρωσιν τῶι Δι- | |
20 | ονύσωι τᾶς τε πόλεος τῶν Τηίων καὶ τᾶς χώρας ἀναδεί- |
κνυντι· καὶ παρδέχεται ἱερὰν καὶ ἄσυλον καθότι παρκα- | |
λεῖ ὁ δᾶμος ὁ Τηίων, ὑπαρξεῖ δὲ καὶ τὰ ἄλλα τίμια | |
Τηίοις πὰρ τᾶι πόλει τῶν Ϝαυξίων νῦν τε καὶ αἰεί. | |
ἔρρωσθε. |