[ ] Crete, W. — Axos [Ion., Teos] — 201 BC — McC. Teos 7
1                                                Ϝαξίων.
ἔδοξεν Ϝαξίων τοῖς κόσμοις καὶ τᾶι πόλει ψαφιξαμένοις
κατὰ τὸν νόμον· ἐπειδὴ Τήιοι διὰ προγόνων φίλοι καὶ συγ-
γενεῖς ὑπάρχοντε[ς] τᾶς ἁμᾶς πόλεος ἀπέστειλαν ψά-
5 φισμα καὶ πρειγευτὰς Ἀπολλόδοτον καὶ Κωλώταν,
οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν καὶ τὸ ψάφισμα
ἀποδόντες διελέγεν πεδὰ πάνσας σπουδᾶς καὶ φι-
λοτιμίας περὶ τῶ {ι} γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ-
σωι τᾶς τε πόλεος αὐτῶν καὶ τᾶς χώρας καὶ τὰν ἀσυ-
10 λίαν τά τε ἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμι-
α διαφυλάδεν καὶ συνεπαύξεν ἐς τὸν ἀεὶ χρόνον, περ[ὶ]
δὲ τῶν αὐτῶν διαλεγέντος καὶ Περδίκκα τῶ παρὰ τῶ βα-
σιλέως Φιλίππω πρειγευτᾶ· vac. δεδόχθαι Ϝαυξίων τοῖς
κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν<ς> πρειγευτὰν<ς>
15 διότι καλῶς καὶ συμφερόντως διελέγεν περὶ τᾶς οἰκειότατος
τᾶς ὑπαρχόνσας αὐτοῖς πορτ’ ἀμὲ καὶ τῶν λοιπῶν ἐνδό-
ξων καὶ τιμίων· ἀποκρίνασθαι δ<ὲ> ὅτι ὁ δᾶμος ὁ Ϝαυξίων δια-
φυλάδων τὰν πορτὶ τὸ θεῖον εὐσέβειαν καὶ τᾶι πόλει τῶν
Τηίων εὐχαριστεῖν βωλόμενος τάν τε καθιέρωσιν τῶι Δι-
20 ονύσωι τᾶς τε πόλεος τῶν Τηίων καὶ τᾶς χώρας ἀναδεί-
κνυντι· καὶ παρδέχεται ἱερὰν καὶ ἄσυλον καθότι παρκα-
λεῖ ὁ δᾶμος ὁ Τηίων, ὑπαρξεῖ δὲ καὶ τὰ ἄλλα τίμια
Τηίοις πὰρ τᾶι πόλει τῶν Ϝαυξίων νῦν τε καὶ αἰεί.
                                                          ἔρρωσθε.
Search Help
Contact Us