[ ] Crete, W. — Aptera — 3rd c. AD
stela.1              τριάκοντα-
         ετὴς Συμφέρουσ’ ἐνθάδε
         κ[εῖ]μαι, ξένη, γένει δὲ Λίβυσσα,
         θε[οῖς] σύνναιος σωφροσύνῃ καὶ
5          στοργῇ κατὰ πάντα ἐμοὶ γεγο-
         νοῦσα, τοῖς δὲ τρόποισι λείαν ἀρέ-
         σασα σεμνῇ πόλει, Ἀπτεραίων δήμ<ῳ>,
         οἵτινες καὶ αὐτοὶ λύπην κατέθεντο
         αἰφνιδίῳ θανάτῳ, ἀπέπεμπαν ἁ-
10          πλῶς εἰς Ἅϊδα τύμβῳ. χαίρετ’ ἁπλῶς
         πάντες παροδεῖται καὶ Ἀπτεραίων
         δῆμε, οἵτινες σπουδῇ καὶ δόξῃ τα-
         χέως κατέθεσθ’ ἐμὲ εἰς μέγα τεῦχος.
         εἰμὶ δ’ ἐγὼ γράψας Νείκων ὁ ἀνὴρ
15          αὐτῆς γεγονώς γε, νῦν δ’ οὐκέτι·
         βασκανθεὶς γὰρ ἐγὼ ἄλλῳ τὸ καλὸν
         παρέδωκα, ἥντιν’ ἐγὼ ποθῶ λείαν
         διὰ σωφροσύνην καθὼς προγέ<γ>ραφα,
         κοὐδὲν ὅλως ἀνύω. vac. κραυγάζω
20          κοὐκ ἐπακούει· τῇ στοργῇ μὲν ἐγὼ
         κατέχω· ὡς εἶχον ἔσωμε τῷ αὐτῷ·
                       vacat
base.22 κοὐδὲν ὅλως ἀνύω· ὡς ἄνεμος γὰρ ἁπλῶς
                              ἐπετάσθη.
Search Help
Contact Us