[ ]
Crete, W. — Aptera — 3rd c. AD
| stela.1 | τριάκοντα- |
| ετὴς Συμφέρουσ’ ἐνθάδε | |
| κ[εῖ]μαι, ξένη, γένει δὲ Λίβυσσα, | |
| θε[οῖς] σύνναιος σωφροσύνῃ καὶ | |
| 5 | στοργῇ κατὰ πάντα ἐμοὶ γεγο- |
| νοῦσα, τοῖς δὲ τρόποισι λείαν ἀρέ- | |
| σασα σεμνῇ πόλει, Ἀπτεραίων δήμ<ῳ>, | |
| οἵτινες καὶ αὐτοὶ λύπην κατέθεντο | |
| αἰφνιδίῳ θανάτῳ, ἀπέπεμπαν ἁ- | |
| 10 | πλῶς εἰς Ἅϊδα τύμβῳ. χαίρετ’ ἁπλῶς |
| πάντες παροδεῖται καὶ Ἀπτεραίων | |
| δῆμε, οἵτινες σπουδῇ καὶ δόξῃ τα- | |
| χέως κατέθεσθ’ ἐμὲ εἰς μέγα τεῦχος. | |
| εἰμὶ δ’ ἐγὼ γράψας Νείκων ὁ ἀνὴρ | |
| 15 | αὐτῆς γεγονώς γε, νῦν δ’ οὐκέτι· |
| βασκανθεὶς γὰρ ἐγὼ ἄλλῳ τὸ καλὸν | |
| παρέδωκα, ἥντιν’ ἐγὼ ποθῶ λείαν | |
| διὰ σωφροσύνην καθὼς προγέ<γ>ραφα, | |
| κοὐδὲν ὅλως ἀνύω. vac. κραυγάζω | |
| 20 | κοὐκ ἐπακούει· τῇ στοργῇ μὲν ἐγὼ |
| κατέχω· ὡς εἶχον ἔσωμε τῷ αὐτῷ· | |
| vacat | |
| base.22 | κοὐδὲν ὅλως ἀνύω· ὡς ἄνεμος γὰρ ἁπλῶς |
| ἐπετάσθη. |