[ ]
Crete, W. — Aptera — 197 BC
1 | ἔδοξεν̣ [τᾶι] βουλᾶι καὶ τῶι δ[άμωι· — — — — — εἶπε]· |
ἐπειδὴ ὁ βασιλεὺς Ἄτταλος φίλος [ὑπάρχων διὰ προ]- | |
γόνων πρόνοιαν ποῆται περὶ τῶ κοιν[ῶ τῶν Κρηταιέων] | |
καὶ ἰδίαι τᾶς τῶν Ἀπταραίων πόλιος, καὶ τοῖς [παραγι]- | |
5 | νομένοις ποτ’ αὐτὸν τὰμ πᾶσαν φιλανθρωπίαν ἐνδ[εί]- |
κνυται, δεδόχθαι τᾶι βωλᾶι καὶ τῶι δάμωι· στεφανῶσ[αι] | |
βασιλέα vac. Ἄτταλον εἰκόνι χαλκέαι τελείαι, εἴτε κα [βώ]- | |
ληται πεζὸν εἴτε κα ἐφ’ ἵππω. <κα>ὶ αἴ κα vac. προαιρῆται καρυ- | |
χθῆμεν ἔν τινι τῶν ἀγώνων τῶν στεφανιτῶν, ἐπιμ[ε]- | |
10 | λὲς γενέσθω τοῖς κόσμοις ὅπως καρυχθῇ· ἦμεν δὲ αὐτ[ῶι] |
καὶ προεδρίαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν καὶ ἀσφάλειαν καὶ π̣[ο]- | |
λέμω καὶ εἰρήνας καὶ ἐν πόλι καὶ ἐν τοῖς λιμένοις καὶ ξενολο[γ]- | |
ῆσθαι καὶ ὁρμίζεσθαι καὶ αὐτῶι καὶ τοῖς ἐκγόνοις, καὶ τὰ λοιπὰ ὑ̣[π]- | |
άρχειν ὅσα καὶ τοῖς ἄλλοις vac. εὐεργέταις. | |
15 | vacat |