[ ]
Crete, W. — Aptera [Ion., Teos] — after ca. 170 BC — McC. Teos 16
1 | Ἀπτεραίων. |
Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη- | |
ίων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν. | |
παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ- | |
5 | ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς |
Διονυσίω τό τε ψάφισμα ἀπέδω- | |
καν ἐν ὧι ἐγράψατε ψάφισμα ἀνανεώσασθαι | |
τάν τε συγγένειαν καὶ τὰν προϋ- | |
πάρχωσαν φιλίαν τά τε δεδομένα | |
10 | τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς |
πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν | |
τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ- | |
σωι, παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι | |
τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί- | |
15 | νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ- |
μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν | |
τῶι ψαφίσματι, ἀποφαίνοντες τάν | |
τε πόλιν εὐσεβῶς διακειμέναν | |
πρὸς πάντας τὸς θεός, μάλιστα δὲ | |
20 | πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν |
τᾶς πόλεως, ὧι καὶ καθιερῶσθαι συν- | |
βέβακε τάν τε πόλιν καὶ τὰν χώραν, | |
ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου- | |
δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι- | |
25 | ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι |
τῶι δάμωι τῶι Ἀπτεραίων Τηίοις | |
οὖσιν συγγενέσι καὶ φίλοις διό- | |
τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ- | |
χάνομεν εὐσεβῶς διακείμενοι πο- | |
30 | τὶ πάντας τὸς θεός θ’ ἡμῶν [μάλιστα δὲ] |
καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν | |
τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι- | |
ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν, | |
τετηρηκότες δὲ τὰ προδεδομένα ὑ- | |
35 | μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν πειρά- |
ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον | |
διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ | |
παρακαλεῖτε διὰ τοῦ ψαφίσματος καὶ | |
οὐκ ἀδικέομεν Τηίος συγγενέας | |
40 | καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου |
οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον, | |
πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν- | |
τι Τηίος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα- | |
τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα- | |
45 | ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι |
ἂν ὦμεν δυνατοί. καὶ ἐάν τινες ὁρμι- | |
όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη- | |
ίος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο- | |
συλίας νόμωι. ἀγγραψάτωσαν δὲ καὶ | |
50 | Τήιοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν |
τῶ Διονύσω, ὅπως φανερὰ ἦ<ι> πᾶσι τοῖς | |
Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια | |
πρὸς πάντας τὸς θεός. ἀναγραψῶμεν | |
δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα | |
55 | καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ |
τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας. ἐκαλέσα- | |
μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς | |
[ἐπὶ τ]ὰν κοινὰν ἑ[στίαν]. ἔρρωσθε. |