[ ]
Crete, W. — Aptera [Ion., Teos] — 201 BC — McC. Teos 5
[Ἀπτεραίων]. | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | καὶ τὸν Τ[ηίων δᾶμον — — — — — — — — — — — — — —] |
[ἀσπαζ]όμεθα καὶ [ἐ]παινῶμεν [δ]ιό[τ]ι κ[αλῶς καὶ ἐνδό]- | |
ξως καὶ καταξίως [τῶ θ]ε[ῶ προ]εστάκα[ν]τ[ι]· | |
[ἕνε]κεν ὧν καὶ παρ’ ἁ[μῶν τὰ καλὰ] καὶ τί[μια δίδοται] | |
5 | τῶι θεῶι, καὶ Τη[ίων τάν τε πόλι]ν καὶ [τὰν χώραν] |
[ἀν]ίεμεν ἄσυλον [ν]ῦν τε καὶ εἰ[ς τὸν ἄλλον χρόνον] | |
πάντα, καὶ πειρ[αξ]ῶμεν ἀεί τινος ἀγαθῶ παραίτι[οι] | |
[γ]ίνεσθαι τῶι δάμωι καὶ [κ]οινᾶι καὶ ἰδίαι. [ἐ]ὰν δέ τι- | |
νές <κ’> ἄγωντι [Τ]ηίος ἢ τὸς κατ[ο]ικόντας π[αρ’] αὐτοῖ[ς], | |
10 | οἱ κόσμοι καὶ ἄ<λ>λ[ο]ς ὁ βουλόμενος Ἀπτεραίων [ἢ Τη]- |
ίων ἀφελόμενοι καὶ ἀποδιδόντες [τοῖς ἀδικημέ]- | |
[ν]οις κύριοι <ἔ>στων. ἐψήφιστ[αι ἐπὶ κόσμων τῶν μετὰ] | |
Βορθίω, μηνὸς Δ[ι]κτ[υ]νναίω [— — — — — — — — — —] |