[ ]
Crete, Ctr. — Olous — 2nd/3rd c. AD
| 1 | Κρατῖνος Ζωπύρου. |
| Ζωπύρου ἅδε Κρατῖνον ἔχει κόνις, ὦ παροδῖτ[α], | |
| παῖδα τὸν ἐν θνατοῖς πᾶσιν ἀλυπότατον | |
| ὀκτὼ καὶ δεχέτης παρεὼν κρατερᾶς ὑπὸ νούσω | |
| 5 | ἦλθ’ εἰς Ἁγεσίλα δῶμα βιαζόμενος, |
| ματρὶ λιπὼν στεναχὰς καὶ πένθεα κοὐκ ἐπανῆλ[θ]ες | |
| οὔτε γάμοισι τεοῖς οἱ τυτθηνάμενοι· | |
| πολλὰ δὲ ὀδυρομένη σὺν ὁμαίμοις ἐστενάχησε | |
| Σωσιτὼ ὡς ἄγαμον κἄτεκνον εἶδε νέκυν. | |
| 10 | ὦ θύγατερ πολύμοχθε Ἀφροδισία, οἶον ἔθραψας |
| παῖδα δόμοις· μοῖρα̣[ν δ’] ο̣[ὐ]κ’ ἐπέ[κλω]σε Τύχη, | |
| ἀλ’ ἱκανῶς γίνοιτο, ὦ Ζεῦ, πίστει εσδ̣․․ε̣․ελλον | |
| Ζωπύρου [— — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — —] |