[ ]
Crete, Ctr. — Olous — 2nd/3rd c. AD
1 | Κρατῖνος Ζωπύρου. |
Ζωπύρου ἅδε Κρατῖνον ἔχει κόνις, ὦ παροδῖτ[α], | |
παῖδα τὸν ἐν θνατοῖς πᾶσιν ἀλυπότατον | |
ὀκτὼ καὶ δεχέτης παρεὼν κρατερᾶς ὑπὸ νούσω | |
5 | ἦλθ’ εἰς Ἁγεσίλα δῶμα βιαζόμενος, |
ματρὶ λιπὼν στεναχὰς καὶ πένθεα κοὐκ ἐπανῆλ[θ]ες | |
οὔτε γάμοισι τεοῖς οἱ τυτθηνάμενοι· | |
πολλὰ δὲ ὀδυρομένη σὺν ὁμαίμοις ἐστενάχησε | |
Σωσιτὼ ὡς ἄγαμον κἄτεκνον εἶδε νέκυν. | |
10 | ὦ θύγατερ πολύμοχθε Ἀφροδισία, οἶον ἔθραψας |
παῖδα δόμοις· μοῖρα̣[ν δ’] ο̣[ὐ]κ’ ἐπέ[κλω]σε Τύχη, | |
ἀλ’ ἱκανῶς γίνοιτο, ὦ Ζεῦ, πίστει εσδ̣․․ε̣․ελλον | |
Ζωπύρου [— — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — —] |