[ ] Crete, Ctr. — Olous — 2nd/3rd c. AD
1 Κρατῖνος Ζωπύρου.
Ζωπύρου ἅδε Κρατῖνον ἔχει κόνις, ὦ παροδῖτ[α],
παῖδα τὸν ἐν θνατοῖς πᾶσιν ἀλυπότατον
ὀκτὼ καὶ δεχέτης παρεὼν κρατερᾶς ὑπὸ νούσω
5 ἦλθ’ εἰς Ἁγεσίλα δῶμα βιαζόμενος,
ματρὶ λιπὼν στεναχὰς καὶ πένθεα κοὐκ ἐπανῆλ[θ]ες
οὔτε γάμοισι τεοῖς οἱ τυτθηνάμενοι·
πολλὰ δὲ ὀδυρομένη σὺν ὁμαίμοις ἐστενάχησε
Σωσιτὼ ὡς ἄγαμον κἄτεκνον εἶδε νέκυν.
10 ὦ θύγατερ πολύμοχθε Ἀφροδισία, οἶον ἔθραψας
παῖδα δόμοις· μοῖρα̣[ν δ’] ο̣[ὐ]κ’ ἐπέ[κλω]σε Τύχη,
ἀλ’ ἱκανῶς γίνοιτο, ὦ Ζεῦ, πίστει εσδ̣․․ε̣․ελλον
Ζωπύρου [— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help