| face A.1 | ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόν- |
| των vac. Τύχωνος τῶ Πειθία vac., Διοτέλιος τῶ | |
| Ἐλύρω vac., Φαλάκρω τῶ Σωμένιος, Διοφάντω <τῶ> Σω- | |
| τοκύδιος vac., ἔδοξε τοῖς κόσμοις καὶ τᾶι πόλι ψαφι- | |
| 5 | ξαμένοις· ἐπειδὴ τᾶς γενομένας περιστάσιος πε- |
| ρί τε τὰν πόλιν καὶ τὸ[ν] ἄ[λλον] δᾶμον τυ[γ]χάν[ο]ντι τὰ[ν] | |
| πᾶσα[ν] πεποιημένοι σπουδάν, ἁμίων [α]ἰτησαμένων | |
| δικαστάς, ἅ τε τῶν Κνωσίων πόλις καὶ ἁ τ[ῶ]ν Λυττίω[ν], | |
| τῶν τε τὰν ἄνω πόλιν οἰκ[ι]όντων καὶ τῶν τὰν ἐπὶ θα- | |
| 10 | λάσσαι, ὁπᾶι τύχηι ἁ ὅλα κατάστασις τᾶς προσ[—]․τίας |
| σωτηρίας, καὶ περὶ το[ύ]των ἀπέστηλαν ἁμεῖν δικαστά[ς], | |
| Κνωσόθε[ν] μὲν Εὔ[μ]η[λο]ν ․․․․, ἐς δὲ τ[ᾶ]ς ἄνωθεν [π]ό- | |
| λεως Λ<ά>των Στάσιος ἐς δὲ τᾶς ἐπὶ θαλάσσαι Ἀριστ[ί]- | |
| αν Μόννα, ἄνδρας τὸς ἐδοκίμασαν ὑπάρχεν τᾶς τε ἰδί- | |
| 15 | ας πατρίδος ἀξίος καὶ τᾶ[ς] ἁ<μ>ᾶς, οἵτινες παραγενό- |
| μενοι καὶ ἀναλαβόντες τὰ ὅλα τῶν πραγμάτων δι- | |
| εφθαρμένα {ν}, τᾶν τε κτησίων καὶ τῶν ποτ’ ἀλλάλος | |
| συναλλαγμάτων πάντων ἐν ταραχᾶι τε καὶ διχοστασί- | |
| αι τᾶι μεγίσται κειμένων, διά τε τᾶς τῶν θεῶν [εὐ]- | |
| 20 | μενείας καὶ διὰ τᾶς τῶν ἀνδρῶν τούτων ἐπιφαν[εί]- |
| ας κ<α>ὶ ἇς ἐποιήσαντο παρακλήσιος τυγχάν<ομ>ε̣[ν] | |
| τὰ μὲν ἑκουσίως συλλε<λ>υμένοι τὰ δὲ διὰ τᾶς το[ύ]- | |
| των προνοίας ἀνεκτη<μ>ένοι τᾶς τ<ε> ποτ’ ἀλλάλο[ς] ἔ- | |
| χθρας διαλελυμένοι, δίκαιον δ’ ἐστὶν καὶ καλῶς | |
| 25 | ἔχον τάς τε ἀποστηλάνσας πόλεας καὶ τὸς ἐλθ[όν]- |
| τας δικαστὰς ταῖς μεγίσταις τιμαῖς στεφανῶσ[αι], | |
| δεδόχθαι ἀνγράψαι τάν τε τῶν Κνωσίων πό- | |
| λιν καὶ τὰ[ν] τῶν Λυττίων σωτῆράς τε καὶ [β]ο[α]- | |
| θὸς καὶ ὑπερμάχος τᾶς ἁμᾶς πόλεος διὰ τὸ ἔν | |
| 30 | τε τοῖ<ς> λοιποῖς πᾶσι προστατῆν εἰ̣[κότως?] |
| καὶ διὰ τὸ τοιούτος ἄνδρας ἀποστ[ῆλαι, ἀνγρά]- | |
| [ψα]ι δὲ καὶ τὸς προγεγρ[α]μ[μένος] ἄνδρας εὐερ- | |
| [γέτ]ας τε κ[αὶ προξένος τᾶς πόλεος καὶ αὐτὸς] | |
| [καὶ] τὸς τούτω[ν ἐκ]γόνος· ἦμεν τε α[ὐτοῖς πολι]- | |
| 35 | τείαν τε καὶ ἔνκτησιν καὶ θνατῶν [καὶ ἀθανά]- |
| των ἐν τᾶι ἁμᾶι πόλι· καὶ ἐπεί κά τις α[ὐτῶν πα]- | |
| ραγένηται ἐς τὰν ἁμὰν πόλιν ἦμεν [αὐτῶι] | |
| σίτησιν ἐν πρυτανεί<ω>ι μετὰ τῶν κόσ[μων]· | |
| ἄγεν δὲ καὶ εὐάμερον τὸς κόσμος τὸς [ἀεὶ κοσ]- | |
| 40 | μίοντας κατ’ ἐνιαυτὸν ἐν τᾶι ἕκται τῶ Βακ̣[ινθίω] |
| μηνὸς καὶ δρόμον καὶ τ<ὰ>ς ἑταιρήας συ[νάγεν] | |
| ὁπᾶι καὶ τοῖς ἐπιγινομένοις ὑπ[άρχηι] | |
| ἔνγροφος ἅ τε τᾶν πόλεων καὶ [τῶν] | |
| ἀνδρῶν το<ύ>των καλοκἀγ[αθ]ία, ὁ[μοίως] | |
| 45 | δὲ καὶ <ἁ> ἐξ ἁμίων γινομένα φιλά[νθρω]- |
| πος ἀποδοχὰ ἐς τὸς ἁμὸς εὐε[ργέ]- | |
| τας, καὶ πολλοὶ τούτων μιμηταὶ κ[αὶ ἐς] | |
| τὸν ὕστερον χρόνον τᾶς καλοκἀγα[θίας] | |
| ὑπάρχωσιν· στᾶσαι δὲ καὶ στάλ[αν] | |
| 50 | ἐν τῶι ἐπιφανεστάτωι τόπωι τ[ᾶς ἀ]- |
| γορᾶς. | |
| face B | [— — — — — — — — — — — — — — — — —] |
| 1 | ανταχρ[— — — — — — — — — — — — — —] |
| ․νον οὔτε [— — — — — — — — — — — —] | |
| ω οὔτε αλλ[— — — — — — — — — — — —] | |
| πολέμω τουτ[— — — — — — — — — — —] | |
| 5 | αἰ κατὰ πόλεμον ․․․αλλ[— —] πολε[— —] |
| αγ․ κατὰ [— — — — —] κατὰ γᾶν [καὶ κατ]- | |
| ὰ θάλασσαν κατὰ δύναμ[ιν — — — — — —] | |
| [— — —]τ[— — — — — — — — — — — — —] |
IC I
xix 3