[ ]
Crete, Ctr. — Malla [Ion., Teos] — after ca. 170 BC — McC. Teos 22
| 1 | <Μ>αλλαίων. |
| ἔδοξε <Μ>αλλαίων τοῖς κόσμοις καὶ τ[ᾶι πόλει. ἐπειδὴ Τήιοι φίλοι] | |
| καὶ συγγενεῖς ὑπάρχοντες διὰ [πρ]ογ[όνων ψάφισμα καὶ πρεγ]- | |
| γευτὰς ἀπέσταλκαν Ἡρόδοτον Μην[οδότω, Μενεκλῆν Διονυσίω], | |
| 5 | οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν [τό τε ψάφισμα ἀπέδωκαν] |
| καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι κατακε]- | |
| χωρισμένοις, ὑπέρ τε τοῦ εἶναι ἱερὰν κα[ὶ ἄσυλον τὴν χώραν αὐτῶν, ὃ] | |
| συνέστησαν διά τε τῶν χρησμῶ[ν τῶ Ἀπόλλωνος τῶ ἐν] | |
| Δελφοῖς καὶ ἐν Διδύμοις, ὑπὲρ τε τ[ῶν ἄλλων τῶν συμφερόντων ἀμφοτέ]- | |
| 10 | ραις ταῖς πόλεσιν διελέγησαν μετὰ [πάσας σπουδᾶς καὶ φιλοτιμίας]. |
| ἔδοξεν <Μ>αλλαίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀ[ποκρίνασθαι] | |
| Τηίοις διότι καὶ ἐν τοῖς πρότερον χρόνοις δεδωκό[των τῶν προ]- | |
| γόνων ἡμῶν τὴν ἀσυλίαν καὶ καθιέρωσιν εἰς στή[λην γράψαντες] | |
| ἀναθήσομεν ἐς τὸ ἱερὸν τῶ Ζηνὸς τῶ Μοννιτίω, δ[ίδομεν δὲ αὐτοῖς] | |
| 15 | καὶ ἀτέλειαν καὶ ἰσοπολιτείαν. καὶ ἐάν τινες ἀδικ[ῶσι Τηίους ἢ τὴν] |
| χώραν παραιρῶνται τὴν καθιερωμένην, [βοα]θήσ[ει ἁ πόλις ἁ] | |
| <Μ>αλλαίων ὡς καὶ ὑπὲρ τῆς ἰδίας πατρίδος· ἔν [τε τοῖς λοιποῖς πει]- | |
| ρασόμεθα αἰεί τινος ἀγαθοῦ παραίτιοι ε[ἶναι. ἐπαινοῦμεν δὲ καὶ] | |
| τοὺς πρεσβευ[τὰς ἐπὶ] τῶι τη[— — — — — — — — — — — — — —] | |
| 20 | {²desunt versus quinque}² |