Honorific decree for the peripolarchos Aristen, son of Parmen, by the
Balaieitai. Bronze pedimental stele.
[ ]
Illyria — Byllis (Gradisht), area of — 2nd c. BC — Iliria 17.2 (1987) p. 92, 42
{²corona}² | |
1 | πρυτανεύοντος Βίωνος τοῦ Κλει- |
γένεος, Ψυδρέος ιηʹ, τοῦ ταμία Ἀ- | |
ριστῆνος τοῦ Ἐξακίου ἀπολογιξα- | |
μένου τοῖς πρεσβυτέροις καὶ τᾶι ἐκ- | |
5 | κλησίαι ὅτι εἴη ὁ περιπόλαρχος Ἀρι- |
στῆν ὁ Παρμῆνος πεποιηκὼς τοῖς | |
Βαλαιιταῖς φιλάνθρωπα καὶ πλήω, | |
ἔδοξε τοῖς Βαλαιειταῖς στεφανωθῆ- | |
μεν τὸν περιπόλαρχον Ἀριστῆνα τὸν | |
10 | Παρμῆνος στεφάνωι χρυσέωι ἀπὸ |
χρυσῶν πέντε ἀρετᾶς ἕνεκα καὶ εὐ- | |
νοίας· v τοῦ δὲ περιπολάρχου Ἀρισ- | |
τῆνος τοῦ Παρμῆνος ἐυχαριστήσαν- | |
τος τοῖς Βαλαιιταῖς ἐπὶ τῶι δοθέντι αὐ- | |
15 | τῶι φιλανθρώπωι καὶ ἀντιστεφα- |
νώσαντος τὸ κοινὸν τῶν Βαλαιει- | |
τᾶν τῶι ἀυτῶι στεφάνωι, | |
ἔδοξε τοῖς Βαλαιειταῖς ψάφισμα ἀ- | |
ναγραφῆμεν εἰς χάλκωμα καὶ κα- | |
20 | τασταθῆμεν εἰς ἐπιφανῆ τόπον |
διὰ τὰ προγεγονότα ὑπ’ αὐτοῦ φιλάν- | |
θρωπα, μετέχειν δὲ καὶ τῶν κοινῶν | |
αὐτὸν καὶ ἐκγόνους, μετέχειν δὲ | |
τῶν κοινῶν καὶ τοὺς γραμματεῖς αὐ- | |
25 | τοῦ Παρμῆνα Τεισάρχου καὶ Βοῦ- |
λον τὸν Ἀβαίου. |