Honorific decree for the peripolarchos Aristen, son of Parmen, by the
Balaieitai. Bronze pedimental stele.
[ ]
Illyria — Byllis (Gradisht), area of — 2nd c. BC — Iliria 17.2 (1987) p. 92, 42
| {²corona}² | |
| 1 | πρυτανεύοντος Βίωνος τοῦ Κλει- |
| γένεος, Ψυδρέος ιηʹ, τοῦ ταμία Ἀ- | |
| ριστῆνος τοῦ Ἐξακίου ἀπολογιξα- | |
| μένου τοῖς πρεσβυτέροις καὶ τᾶι ἐκ- | |
| 5 | κλησίαι ὅτι εἴη ὁ περιπόλαρχος Ἀρι- |
| στῆν ὁ Παρμῆνος πεποιηκὼς τοῖς | |
| Βαλαιιταῖς φιλάνθρωπα καὶ πλήω, | |
| ἔδοξε τοῖς Βαλαιειταῖς στεφανωθῆ- | |
| μεν τὸν περιπόλαρχον Ἀριστῆνα τὸν | |
| 10 | Παρμῆνος στεφάνωι χρυσέωι ἀπὸ |
| χρυσῶν πέντε ἀρετᾶς ἕνεκα καὶ εὐ- | |
| νοίας· v τοῦ δὲ περιπολάρχου Ἀρισ- | |
| τῆνος τοῦ Παρμῆνος ἐυχαριστήσαν- | |
| τος τοῖς Βαλαιιταῖς ἐπὶ τῶι δοθέντι αὐ- | |
| 15 | τῶι φιλανθρώπωι καὶ ἀντιστεφα- |
| νώσαντος τὸ κοινὸν τῶν Βαλαιει- | |
| τᾶν τῶι ἀυτῶι στεφάνωι, | |
| ἔδοξε τοῖς Βαλαιειταῖς ψάφισμα ἀ- | |
| ναγραφῆμεν εἰς χάλκωμα καὶ κα- | |
| 20 | τασταθῆμεν εἰς ἐπιφανῆ τόπον |
| διὰ τὰ προγεγονότα ὑπ’ αὐτοῦ φιλάν- | |
| θρωπα, μετέχειν δὲ καὶ τῶν κοινῶν | |
| αὐτὸν καὶ ἐκγόνους, μετέχειν δὲ | |
| τῶν κοινῶν καὶ τοὺς γραμματεῖς αὐ- | |
| 25 | τοῦ Παρμῆνα Τεισάρχου καὶ Βοῦ- |
| λον τὸν Ἀβαίου. |