Dedication to the Nymphs and others. Rock-cut inscription to the right
of the entry to a grotto.
[ ]
Thessalia (Thessaliotis) — Pharsalos: Alogopati — 4th c. BC — SEG 1.248
1 | θεός. |
χαίρετε τοὶ πα̣[ριόντες, ἅπ]α̣[ς] θῆλύς τε καὶ ἄρσην, | |
ἄνδρες τε ἠδὲ γυναῖκες ὁμῶς παῖδές τε κόραι τε· | |
χῶρον δ’ εἰς ἱερὸν Νύμφαις καὶ Πανὶ καὶ Ἑρμῆι, | |
5 | Ἀπόλλονι ἄνακτι, Ἡρακλεῖ καὶ ἑταίραις, |
Χίρωνος τ’ ἄντρον καὶ Ἀσκλαπιοῦ ἠδ’ Ὑγιείας· | |
τούτων ἐστὶ τ[ά]δ̣’, ὦνα Πάν, ἱαρώτατ’ ἐν αὐτῶι | |
ἔμφυτα καὶ πίνακες καὶ ἀγάλματα δῶρά τε πολλ[ά]· | |
ἄνδρα δ’ ἐποιήσα<ν>τ’ {α} ἀγαθὸν Παντάλκεα Νύμφαι | |
10 | τῶνδ’ ἐπιβαινέμεναι χώρων καὶ ἐπίσσκοπον εἶναι, |
ὅσπερ ταῦτ’ ἐφύτευσε καὶ [ἐ]ξεπονήσατο χερσσίν, | |
ἀντίδοσαν δ’ αὐτῶι βίον ἄφθονον ἤματα πάντα· | |
Ἡρακλέης μὲν ἔδοκ’ ἰσχὺν ἀρετήν τε κράτος τε, | |
ὧιπερ τούσδε λίθους τύπτων ἐπόησ’ ἀναβαίνε[ιν], | |
15 | Ἀπόλλων δὲ δίδωσι καὶ υἱὸς τοῦ[δ]ε καὶ Ἑρμῆς |
αἰῶν’ εἰς τὸν ἅπαντα ὑγίειαν καὶ βίον ἐσθλόν, | |
Πὰν δὲ γέλωτα καὶ εὐφροσύνην ὕβριν τε δικαίαν, | |
Χίρων δ’ αὐτῶι δῶκε σοφόν τ̣’ ἔ̣μεν[αι] καὶ ἀοιδόν. | |
ἀλλὰ τύχαις ἀγαθαῖς ἀναβαίνετ[ε], θύετε Πανί̣, | |
20 | εὔχεσθε, εὐφραίνεσθε· κακῶν δ․․․․σις ἁπάν[των] |
ἐνθάδ’ ἔνεστ’, ἀγαθῶν δὲ [λάχος(?)] πολέμοιό [τε λῆξις(?)]. |