Dedication to the Nymphs and others. Rock-cut inscription to the right of the entry to a grotto.
[ ] Thessalia (Thessaliotis) — Pharsalos: Alogopati — 4th c. BC — SEG 1.248
1                        θεός.
χαίρετε τοὶ πα̣[ριόντες, ἅπ]α̣[ς] θῆλύς τε καὶ ἄρσην,
ἄνδρες τε ἠδὲ γυναῖκες ὁμῶς παῖδές τε κόραι τε·
χῶρον δ’ εἰς ἱερὸν Νύμφαις καὶ Πανὶ καὶ Ἑρμῆι,
5 Ἀπόλλονι ἄνακτι, Ἡρακλεῖ καὶ ἑταίραις,
Χίρωνος τ’ ἄντρον καὶ Ἀσκλαπιοῦ ἠδ’ Ὑγιείας·
τούτων ἐστὶ τ[ά]δ̣’, ὦνα Πάν, ἱαρώτατ’ ἐν αὐτῶι
ἔμφυτα καὶ πίνακες καὶ ἀγάλματα δῶρά τε πολλ[ά]·
ἄνδρα δ’ ἐποιήσα<ν>τ’ {α} ἀγαθὸν Παντάλκεα Νύμφαι
10 τῶνδ’ ἐπιβαινέμεναι χώρων καὶ ἐπίσσκοπον εἶναι,
ὅσπερ ταῦτ’ ἐφύτευσε καὶ [ἐ]ξεπονήσατο χερσσίν,
ἀντίδοσαν δ’ αὐτῶι βίον ἄφθονον ἤματα πάντα·
Ἡρακλέης μὲν ἔδοκ’ ἰσχὺν ἀρετήν τε κράτος τε,
ὧιπερ τούσδε λίθους τύπτων ἐπόησ’ ἀναβαίνε[ιν],
15 Ἀπόλλων δὲ δίδωσι καὶ υἱὸς τοῦ[δ]ε καὶ Ἑρμῆς
αἰῶν’ εἰς τὸν ἅπαντα ὑγίειαν καὶ βίον ἐσθλόν,
Πὰν δὲ γέλωτα καὶ εὐφροσύνην ὕβριν τε δικαίαν,
Χίρων δ’ αὐτῶι δῶκε σοφόν τ̣’ ἔ̣μεν[αι] καὶ ἀοιδόν.
ἀλλὰ τύχαις ἀγαθαῖς ἀναβαίνετ[ε], θύετε Πανί̣,
20 εὔχεσθε, εὐφραίνεσθε· κακῶν δ․․․․σις ἁπάν[των]
ἐνθάδ’ ἔνεστ’, ἀγαθῶν δὲ [λάχος(?)] πολέμοιό [τε λῆξις(?)].
Search Help